previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ταῦτ᾽ εἰπὼν Κύνουλκος, ἐπεὶ μὴ ἐκροταλίσθη, θυμωθεὶςἀλλ᾽ ἐπειδὴ οὗτοι, ἔφη, συμποσίαρχε, ὑπὸ λογοδιαρροίας ἐνοχλούμενοι μὴ πεινῶσιν τὰ περὶ τῆς φακῆς λεχθέντα χλευάζουσιν, ἐν νῷ ἔχοντες τὰ εἰρημένα Φερεκράτει ἐν Κοριαννοῖ I 163 K':'
φέρε δὴ κατακλινῶ: σὺ δὲ τράπεζαν .. φέρε
καὶ κύλικα κἀντραγεῖν, ἵν᾽ ἥδιον πίω.
Β. ἰδοὺ κύλιξ σοι καὶ τράπεζα καὶ φακοί.
Α. μή μοι φακούς, μὰ τὸν Δί᾽: οὐ γὰρ ἥδομαι.
ἢν γὰρ τράγῃ τις, τοῦ στόματος ὄζει κακόν
ἐπεὶ οὖν διὰ τοῦτο φυλάττονται οἱ σοφοὶ οὗτοι τοὺς φακούς, ἀλλ᾽ ἡμῖν γε ποίησον δοθῆναι ἄρτον, μεθ᾽ ὧν μηδὲν τῶν πολυτελῶν, ἀλλὰ κἂν τὴν πολυθρύλητον ἔχῃς φακῆν τὸν καλούμενον κόγχον.' γελασάντων δὲ πάντων καὶ ἐπὶ τῷ κόγχῳ μάλισταἀπαίδευτοί ἐστε, ἔφη, ἄνδρες δαιτυμόνες, οὐκ ἀναγινώσκοντες βιβλία μόνα παιδεύει τούς γε ἐπιθυμοῦντας τῶν καλῶν: λέγω δὲ τὰ Τίμωνος τοῦ Πυρρωνείου [τῶν σίλλων]. οὗτος γάρ ἐστιν ὃς καὶ τοῦ κόγχου μνημονεύει ἐν τῷ β# τῶν σίλλων λέγων οὕτως fr. 44 W':'
οὔτε μοι Τεΐη μᾶζ᾽ ἁνδάνει οὔτε καρύκκη
Λυδῶν, λειτῇ δὲ καὶ αὐαλέῃ ἐνὶ κόγχῳ
Ἑλλήνων πᾶσα περισσοτρύφητος ὀιζύς.
διαφόρων γὰρ οὐσῶν καὶ τῶν ἐκ Τέω μαζῶν ῾ὡς καὶ τῶν ἐξ Ἐρετρίας, ὡς Σώπατρος ἐν Βακχίδος μνηστῆρσι: φησὶν γάρ:
Ἐρέτριαν ὡρμήθημεν εἰς λευκάλφιτον̓
καὶ τῶν Λυδίων καρυκκῶν προκρίνει ἀμφοτέρων Τίμων τὸν κόγχον.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: