previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Δημήτριος δ᾽ Σκήψιος ἐν τῷ ιε# τοῦ Τρωικοῦ διακόσμου fr. 7 Gaede' '‘παρὰ Ἀντιόχῳ, φησί, τῷ βασιλεῖ τῷ μεγάλῳ προσαγορευθέντι ἐν τῷ δείπνῳ πρὸς ὅπλα ὠρχοῦντο οὐ μόνον οἱ βασιλέως φίλοι, ἀλλὰ καὶ αὐτὸς βασιλεύς. ἐπεὶ δὲ καὶ εἰς Ἡγησιάνακτα τὸν Ἀλεξανδρέα ἀπὸ Τρῳάδος τὸν τὰς ἱστορίας γράψαντα τῆς ὀρχήσεως τάξις ἐγένετο, ἀναστὰς εἶπε: ‘πότερον, βασιλεῦ, κακῶς ὀρχούμενόν με θεάσασθαι βούλει καλῶς ἀπαγγέλλοντός μου ἴδια ποιήματα θέλεις ἀκροάσασθαι; κελευσθεὶς οὖν λέγειν οὕτως ἧσε τὸν βασιλέα ὥστ᾽ ἐράνου τε ἀξιωθῆναι καὶ τῶν φίλων εἷς γενέσθαι.' Δοῦρις δ᾽ Σάμιος ἐν τῇ τῶν ἱστοριῶν ιζ# FHG II 476' 'Πολυσπέρχοντά φησιν εἰ μεθυσθείη καίτοι πρεσβύτερον ὄντα ὀρχεῖσθαι, οὐδενὸς Μακεδόνων ὄντα δεύτερον οὔτε κατὰ τὴν στρατηγίαν οὔτε κατὰ τὴν ἀξίωσιν, καὶ ἐνδυόμενον αὐτὸν κροκωτὸν καὶ ὑποδούμενον Σικυώνια διατελεῖν ὀρχούμενον. Ἀγαθαρχίδης δ᾽ Κνίδιος ἐν ὀγδόῃ Ἀσιατικῶν ἱστορεῖ FHG III 196' 'ὡς οἱ ἑστιῶντες Ἀλέξανδρον τὸν Φιλίππου τῶν φίλων τὸ μέλλον παρατεθήσεσθαι τῶν τραγημάτων περιεχρύσουν: ὅτε δὲ θέλοιεν ἀναλίσκειν, περιελόντες τὸν χρυσὸν ἅμα τοῖς ἄλλοις ἐξέβαλλον, ἵνα τῆς μὲν πολυτελείας οἱ φίλοι θεαταὶ γίνωνται, οἱ δ᾽ οἰκέται κύριοι. ἐπιλελησμένοι δ᾽ ἦσαν οὗτοι, ὡς καὶ Δοῦρις ἱστορεῖ FHG II 470',' ὅτι καὶ Φίλιππος τοῦ Ἀλεξάνδρου πατὴρ ποτήριον χρυσοῦν ὁλκὴν ἄγον πεντήκοντα δραχμὰς κεκτημένος τοῦτο ἐλάμβανε κοιμώμενος ἀεὶ καὶ πρὸς κεφαλὴν αὑτοῦ κατετίθετο. Σέλευκος δὲ FHG III 500' 'Θρᾳκῶν φησί τινας ἐν τοῖς συμποσίοις ἀγχόνην παίζειν βρόχον ἀρτήσαντας ἔκ τινος ὕψους [στρογγύλον], πρὸς ὃν κατὰ κάθετον ὑποτίθεσθαι λίθον εὐπερίτρεπτον τοῖς ἐπιβαίνουσι. διαλαγχάνειν οὖν αὐτοὺς καὶ τὸν λαχόντα ἔχοντα δρεπάνιον ἐπιβαίνειν τῷ λίθῳ καὶ τὸν τράχηλον εἰς τὸν βρόχον ἐντιθέναι: παρερχόμενον δὲ ἄλλον ἐγείρειν τὸν λίθον: καὶ κρεμάμενος ὑποτρέχοντος τοῦ λίθου, ἐὰν μὴ ταχὺ φθάσας ἀποτέμῃ τῷ δρεπάνῳ, τέθνηκε, καὶ οἱ ἄλλοι γελῶσι παιδιὰν ἔχοντες τὸν ἐκείνου θάνατον.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: