previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἕρμιππος δ᾽ ἐν α# περὶ νομοθετῶν FHG III 36' 'τῶν μονομαχούντων εὑρετὰς ἀποφαίνει Μαντινεῖς Δημώνακτος ἑνὸς τῶν πολιτῶν συμβουλεύσαντος, καὶ ζηλωτὰς τούτων γενέσθαι Κυρηναίους. Ἔφορος δ᾽ ἐν ἕκτῃ ἱστοριῶν FHG I 261' '‘ἤσκουν, φησί, τὰ πολεμικὰ οἱ Μαντινεῖς καὶ Ἀρκάδες, τήν τε στολὴν τὴν πολεμικὴν καὶ τὴν ὅπλισιν τὴν ἀρχαίαν ὡς εὑρόντων ἐκείνων ἔτι καὶ νῦν Μαντινικὴν ἀποκαλοῦσι. πρὸς δὲ τούτοις καὶ ὁπλομαχίας καθέσεις ἐν Μαντινείᾳ πρῶτον εὑρέθησαν Δημέου τὸ τέχνημα καταδείξαντος.' ὅτι δὲ ἀρχαῖον ἦν τὸ περὶ τοὺς μονομάχους καὶ Ἀριστοφάνης εἴρηκεν ἐν Φοινίσσαις οὕτως I 533 K':'
ἐς Οἰδίπου δὲ παῖδε, διπτύχω κόρω,
Ἄρης κατέσκηψ᾽, ἔς τε μονομάχου πάλης
ἀγῶνα νῦν ἑστᾶσιν.
ἔοικεν δὲ πεποιῆσθαι τὸ ὄνομα οὐκ ἐκ τοῦ μάχη, ἀλλ᾽ ἐκ ῥήματος τοῦ μάχεσθαι μᾶλλον συγκεῖσθαι. ὁπότε γὰρ τὸ μάχη συντιθέμενον τὸ τέλος εἰςοςτρέπει, ὡς ἐν τῷ σύμμαχος, πρωτόμαχος, ἐπίμαχος, ἀντίμαχος, ‘φιλόμαχον γένος ἐκ Περσέοσ᾽ παρὰ Πινδάρῳ fr. 164B4',' τηνικαῦτα προπαροξύνεται: ὁπότε δὲ παροξύνεται, τὸ μάχεσθαι ῥῆμα περιέχει, ὡς ἐν τῷ πυγμάχος, ναυμάχος, ‘αὐτόν σε πυλαμάχε πρῶτον᾽ παρὰ Στησιχόρῳ fr. 48',' ὁπλομάχος, τειχομάχος, πυργομάχος.

δὲ κωμῳδιοποιὸς Ποσείδιππος ἐν Πορνοβοσκῷ φησιν IV 520 M':'

μὴ πεπλευκὼς οὐδὲν ἑόρακεν κακόν:
τῶν μονομαχούντων ἐσμὲν ἀθλιώτεροι.
ὅτι δὲ καὶ οἱ ἔνδοξοι καὶ οἱ ἡγεμόνες ἐμονομάχουν καὶ ἐκ προκλήσεως τοῦτ᾽ ἐποίουν ἐν ἄλλοις εἰρήκαμεν. Δίυλλος δ᾽ Ἀθηναῖος ἐν τῇ ἐνάτῃ τῶν ἱστοριῶν φησιν FHG II 361' 'ὡς Κάσανδρος ἐκ Βοιωτίας ἐπανιὼν καὶ θάψας τὸν βασιλέα καὶ τὴν βασίλισσαν ἐν Αἰγαίαις καὶ μετ᾽ αὐτῶν τὴν Κύνναν τὴν Εὐρυδίκης μητέρα καὶ τοῖς ἄλλοις τιμήσας οἷς προσήκει καὶ μονομαχίας ἀγῶνα ἔθηκεν, εἰς ὃν κατέβησαν τέσσαρες τῶν στρατιωτῶν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: