previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Φιλόξενος δ᾽ Κυθήριος ἐν τῷ ἐπιγραφομένῳ Δείπνῳεἴπερ τούτου καὶ κωμῳδιοποιὸς Πλάτων ἐν τῷ Φάωνι ἐμνήσθη I 646 K' 'καὶ μὴ τοῦ Λευκαδίου Φιλοξένουτοιαύτην ἐκτίθεται παρασκευὴν δείπνου fr. 2 B':'
εἰς δ᾽ ἔφερον διπλόοι παῖδες λιπαρῶπα τράπεζαν
ἄμμ᾽, ἑτέραν δ᾽ ἕτεροις, ἄλλοι δ᾽ ἑτέραν, μέχρι οὗ πλήρωσαν οἶκον.
ταὶ δὲ πρὸς ὑψιλύχνους ἔστιλβον αὐγὰς
εὐστέφανοι λεκάναις παροψίσι τ᾽ ὀξυβάφων πλήρεις, σύν τε χλιδῶσαι
παντοδαποῖσι τέχνας εὑρήμασι πρὸς βιοτάν, ψυχᾶς δελεασματίοισι.
πάρφερον ἐν κανέοις μάζας χιονόχροας, ἄλλοι δ᾽ ....
... ἐπι πρῶτα παρῆλθ᾽ οὐ κάκκαβος, φιλότας, ἀλλ᾽ ἀλλοπλατεῖς τὸ μέγιστον
πάντ᾽ ἔπαθεν λιπαροντες1 εγχελεατινες ἄριστον
γόγγροιτοιωνητεμων πλῆρες θεοτερπές. ἐπ᾽ αὐτῷ δ᾽
ἄλλο παρῆλθε τόσον, βατὶς δ᾽ ἐνέης ἰσόκυκλος.
μικρὰ δὲ κακκάβι᾽ ἦς ἔχοντα τὸ μὲν γαλεοῦ τι,
ναρκίον ἄλλο ....
.. παρῆς ἕτερον πίων ἀπὸ τευθιάδα καὶ σηπιοπουλυποδείων
.. ἁπαλοπλοκάμων. θερμὸς μετὰ ταῦτα παρῆλθεν
ἰσοτράπεζος ὅλος μνηστης συνόδων πυρός ....
ἔπειτα βαθμοὺς ἀτμίζων: ἐπὶ τῷ δ᾽ ἐπίπασται
τευθίδες, φίλε, κἀξανθισμέναι καρῖδες αἱ κυφαὶ παρῆλθον.
θρυμματίδες δ᾽ ἐπὶ ταύταις εὐπέταλοι χλοεραί τε δηφαρυγες,
πυριων τε στεγναι βύσται μέγαθος κακὰ κακκάβου γλυκυου ὀξιος
ὀμφαλὸς θοίνας καλεῖται παρά γ᾽ ἐμὶν καὶ τίν, σαφ᾽ οἶδα.
εσταδα ναὶ μὰ θεοὺς ὑπερμέγεθες τέμαχος θύννου μόλεν ὀπτὸν ἐκεῖθεν
θερμὸν ὅθεν γλυφις τετμημένον εὐθὺς ἐπ᾽ αὐτὰς
τὰς ὑπογαστρίδας. διανεκέως ἐπαμυν
εἴπερ ἐμίν τε μέλοι καὶ τίν, μάλα κεν κεχαροίμεθ᾽.
ἀλλ᾽ ὅθεν ἐλλίπομεν, θοίνα παρέης: ὅτε παλάξαι δύνατ᾽ ἐπικρατέως ἔγωγ᾽ ἔτι, κοὔ κε λέγοι τις
πάνθ᾽ παρῆν ἐτύμως ὔμμιν, παρέπαισε δὲ θερμὸν
σπλάγχνον, ἔπειτα δὲ νῆστις
δέλφακος οἰκετικᾶς καὶ νῶτος ἐσῆλθε καὶ ὀσφὺς καὶ μινυρίγματα θερμά.
καὶ κεφάλαιον ὅλον διάπτυχες ἑφθὸν ἁπερπευθηνος ἀλεκτοτρόφου πνικτᾶς ἐρίφου παρέθηκε,
εἶτα δίεφθ᾽ ἀκροκώλια σχελίδας τε μετ᾽ αὐτῶν
λευκοφορινοχρόους, ῥύγχη, κεφάλαια πόδας τε χναυμάτιόν τε σεσιλφιωμένον.
ἑφθά τ᾽ ἔπειτα κρέ᾽ ὀπτά <τ᾽> ἐρίφων τε καὶ ἀρνῶν,
θ᾽ ὑπερωμόκρεως χορδὰ γλυκίστα
μιξεριφαρνογενής, ἃν δὴ φιλέοντι θεοί, τοῦτ᾽, φιλότας, ... ἔσθοις κε: λαγῷά τ᾽ ἔπειτ᾽ ἀλεκτρυόνων τε νεοσσοί.
περδίκων φάσσεων τε χύδαν ἤδη δὲ παρεβάλλετο θερμὰ πολλὰ ...
καὶ μαλακοπτυχέων ἄρτων. ὁμοσύζυγα δὲ ξανθόν τ᾽ ἐπεισῆλθεν μέλι καὶ γάλα σύμπακτον, τό κε τυρὸν ἅπας τις
ἦμεν ἔφασχ᾽ ἁπαλόν, κἠγὼν ἐφάμαν. ὅτε δ᾽ ἤδη
βρωτύος ἠδὲ ποτᾶτος ἐς κόρον ᾖμεν ἑταῖροι,
τῆνα μὲν ἐξαπάειρον δμῶες, ἔπειτα δὲ παῖδες νίπτρ᾽ ἔδοσαν κατὰ χειρῶν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: