previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἡρόδοτος δέ φησιν ἐν τῇ ζ# c. 118' 'ὡς οἱ ὑποδεχόμενοι Ἑλλήνων τὸν βασιλέα καὶ δειπνίζοντες Ξέρξην ἐς πᾶν κακοῦ ἀφίκοντο οὕτως ὥστε ἐκ τῶν οἴκων ἀνάστατοι ἐγίνοντο: ὅκου Θασίοισιν ὑπὲρ τῶν ἐν τῇ ἠπείρῳ πολίων τῶν σφετέρων δεξαμένοις τὴν Ξέρξεω στρατιὰν καὶ δειπνίσασι τετρακόσια τάλαντα ἀργυρίου Ἀντίπατρος τῶν ἀστῶν ἀνὴρ <δόκιμος> ἐδαπάνησε: καὶ γὰρ ἐκπώματα ἀργυρᾶ καὶ χρυσᾶ καὶ κρατῆρας παρετίθεντο, καὶ ταῦτα μετὰ τὸ δεῖπνον .... εἰ δὲ Ξέρξης δὶς ἐσιτέετο μεταλαμβάνων καὶ ἄριστον, ἀνάστατοι ἂν ἐγεγόνεσαν αἱ πόλεις.' καὶ ἐν τῇ θ# δὲ τῶν ἱστοριῶν φησι c. 110':' ‘βασιλήιον δεῖπνον βασιλεὺς προτίθεται. τοῦτο δὲ παρασκευάζεται ἅπαξ τοῦ ἐνιαυτοῦ ἐν ἡμέρῃ τῇ ἐγένετο βασιλεύς. οὔνομα δὲ τῷ δείπνῳ Περσιστὶ μὲν τυκτά, Ἑλληνιστὶ δὲ τέλειον. τότε καὶ τὴν κεφαλὴν σμᾶται μοῦνον καὶ Πέρσαις δωρέεται.' δὲ μέγας Ἀλέξανδρος δειπνῶν ἑκάστοτε μετὰ τῶν φίλων, ὡς ἱστορεῖ Ἔφιππος Ὀλύνθιος ἐν τῷ περὶ τῆς Ἀλεξάνδρου καὶ Ἡφαιστίωνος μεταλλαγῆς p. 125 M',' ἀνήλισκε τῆς ἡμέρας μνᾶς ἑκατόν, δειπνούντων ἴσως ἑξήκοντα ἑβδομήκοντα φίλων. δὲ Περσῶν βασιλεύς, ὥς φησι Κτησίας fr. 50 M' 'καὶ Δίνων ἐν τοῖς Περσικοῖς FHG II 93',' ἐδείπνει μὲν μετὰ ἀνδρῶν μυρίων πεντακισχιλίων, καὶ ἀνηλίσκετο εἰς τὸ δεῖπνον τάλαντα τετρακόσια.' γίνεται δὲ ταῦτα Ἰταλικοῦ νομίσματος ἐν μυριάσι διακοσίαις τεσσαράκοντα, αὗται δὲ εἰς μυρίους πεντακισχιλίους μεριζόμεναι ἑκάστῳ ἀνδρὶ γίνονται ἀνὰ ἑκατὸν ἑξήκοντα Ἰταλικοῦ νομίσματος. ὥστ᾽ εἰς ἴσον καθίστασθαι τῷ τοῦ Ἀλεξάνδρου ἀναλώματι: ἑκατὸν γὰρ μνᾶς ἀνήλισκεν, ὡς Ἔφιππος ἱστόρησε. Μένανδρος δ᾽ ἐν Μέθῃ τοῦ μεγίστου δείπνου δαπάνημα τάλαντον τίθησι λέγων οὕτως IV 161 M':'
εἶτ᾽ οὐχ ὅμοια πράττομεν καὶ θύομεν:
ὅπου γε τοῖς θεοῖς μὲν ἠγορασμένον
δραχμῶν ἄγω προβάτιον ἀγαπητὸν δέκα,
αὐλητρίδας δὲ καὶ μύρον καὶ ψαλτρίας
ταύτας Θάσιον, ἐγχέλεις, τυρόν, μέλι:
μικροῦ τάλαντον γίγνεται τὸ κατὰ λόγον.
ὡς γὰρ ὑπερβολῆς τινος ἀναλώματος τάλαντον ὠνόμασε. καὶ ἐν Δυσκόλῳ δέ φησιν οὕτως ib. 108':'
ὡς θύουσι δ᾽ οἱ τοιχωρύχοι,
κοίτας φέροντες σταμνία <τ᾽> οὐχὶ τῶν θεῶν
ἕνεκ᾽, ἀλλ᾽ ἑαυτῶν. λιβανωτὸς εὐσεβὲς
καὶ τὸ πόπανον: τοῦτ᾽ ἔλαβεν θεὸς ἐπὶ τὸ πῦρ
ἅπαν ἐπιτεθέν. οἳ δὲ τὴν ὀσφὺν ἄκραν
καὶ τὴν χολήν, ὅτι ἔστ᾽ ἄβρωτα τοῖς θεοῖς
ἐπιθέντες αὐτοὶ τἄλλα καταπίνουσι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: