previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ταῦτα μὲν Πολέμων: πρὸς ὃν ἀντιλέγων Δίδυμος γραμματικὸςκαλεῖ δὲ τοῦτον Δημήτριος Τροιζήνιος βιβλιολάθαν διὰ τὸ πλῆθος ὧν ἐκδέδωκε συγγραμμάτων: ἐστὶ γὰρ τρισχίλια πρὸς τοῖς πεντακοσίοιςφησὶ τάδε om. Schm':' ‘Πολυκράτης, φησί, ἐν τοῖς Λακωνικοῖς ἱστορεῖ FHG IV 480' 'ὅτι τὴν μὲν τῶν Ὑακινθίων θυσίαν οἱ Λάκωνες ἐπὶ τρεῖς ἡμέρας συντελοῦσι καὶ διὰ τὸ πένθος τὸ γενόμενον περὶ τὸν Ὑάκινθον οὔτε στεφανοῦνται ἐπὶ τοῖς δείπνοις οὔτε ἄρτον εἰσφέρουσιν <οὔτε> ἄλλα πέμματα καὶ τὰ τούτοις ἀκόλουθα διδόασι καὶ τὸν εἰς τὸν θεὸν παιᾶνα οὐκ ᾁδουσιν οὐδ᾽ ἄλλο τι τοιοῦτον [εἰσάγουσιν] οὐδὲν καθάπερ ἐν ταῖς ἄλλαις θυσίαις ποιοῦσιν, ἀλλὰ μετ᾽ εὐταξίας πολλῆς δειπνήσαντες ἀπέρχονται. τῇ δὲ μέσῃ τῶν τριῶν ἡμερῶν γίνεται θέα ποικίλη καὶ πανήγυρις ἀξιόλογος καὶ μεγάλη: παῖδές τε γὰρ κιθαρίζουσιν ἐν χιτῶσιν ἀνεζωσμένοις καὶ πρὸς αὐλὸν ᾁδοντες πάσας ἅμα τῷ πλήκτρῳ τὰς χορδὰς ἐπιτρέχοντες ἐν ῥυθμῷ μὲν ἀναπαίστῳ, μετ᾽ ὀξέος δὲ τόνου τὸν θεὸν ᾁδουσιν: ἄλλοι δ᾽ ἐφ᾽ ἵππων κεκοσμημένων τὸ θέατρον διεξέρχονται: χοροί τε νεανίσκων παμπληθεῖς εἰσέρχονται καὶ τῶν ἐπιχωρίων τινὰ ποιημάτων ᾁδουσιν, ὀρχησταί τε [ἐν] τούτοις ἀναμεμιγμένοι τὴν κίνησιν ἀρχαικὴν ὑπὸ τὸν αὐλὸν καὶ τὴν ᾠδὴν ποιοῦνται. τῶν δὲ παρθένων αἳ μὲν ἐπὶ καννάθρων [καμαρωτῶν ξυλίνων ἁρμάτων] φέρονται πολυτελῶς κατεσκευασμένων, αἳ δ᾽ ἐφ᾽ ἁμίλλαις ἁρμάτων ἐζευγμένων πομπεύουσιν, ἅπασα δ᾽ ἐν κινήσει καὶ χαρᾷ τῆς θεωρίας πόλις καθέστηκεν. ἱερεῖά τε παμπληθῆ θύουσι τὴν ἡμέραν ταύτην καὶ δειπνίζουσιν οἱ πολῖται πάντας τοὺς γνωρίμους καὶ τοὺς δούλους τοὺς ἰδίους: οὐδεὶς δ᾽ ἀπολείπει τὴν θυσίαν, ἀλλὰ κενοῦσθαι συμβαίνει τὴν πόλιν πρὸς τὴν θέαν. τῆς δὲ κοπίδος μνημονεύει καὶ Ἀριστοφάνης Φιλύλλιος ἐν ταῖς Πόλεσιν I 786 K',' Ἐπίλυκός τε ἐν Κωραλίσκῳ λέγων οὕτως I 803 K':'
ποττὰν κοπίδ᾽ οιωσωμαι
ἐν Ἀμύκλαισιν παρ᾽ Ἀπέλλω,
εἷ βάρακες πολλαὶ κἄρτοι
καὶ δωμός τοι μάλα ἁδύς,
διαρρήδην λέγων μάζας ἐν ταῖς κοπίσι παρατίθεσθαιτοῦτο γὰρ αἱ βάρακες δηλοῦσιν, οὐχὶ τολύπας, ὥς φησι Λυκόφρων, τὰ προφυράματα τῶν μαζῶν, ὡς Ἐρατοσθένης fr. 26 Streck'—, καὶ ἄρτους δὲ καὶ ζωμόν τινα καθηδυσμένον περιττῶς. τίς δέ ἐστιν κοπὶς σαφῶς ἐκτίθεται Μόλπις ἐν τῇ Λακεδαιμονίων πολιτείᾳ FHG IV 453' 'γράφων οὕτως: ‘ποιοῦσι δὲ καὶ τὰς καλουμένας κοπίδας: ἐστὶν δ᾽ κοπὶς δεῖπνον, μᾶζα, ἄρτος, κρέας, λάχανον ὠμόν, ζωμός, σῦκον, τράγημα, θέρμος.' ἀλλὰ μὴν οὐδ᾽ ὀρθαγορίσκοι λέγονται, ὥς φησιν Πολέμων, οἱ γαλαθηνοὶ χοῖροι, ἀλλ᾽ ὀρθραγορίσκοι, ἐπεὶ πρὸς τὸν ὄρθρον πιπράσκονται, ὡς Περσαῖος ἱστορεῖ ἐν τῇ Λακωνικῇ πολιτείᾳ ib. II 623' 'καὶ Διοσκουρίδης ἐν β# πολιτείας ib. II 192' 'καὶ Ἀριστοκλῆς ἐν τῷ προτέρῳ καὶ οὗτος τῆς Λακώνων πολιτείας ib. IV 464'.' ἔτι φησὶν Πολέμων καὶ τὸ δεῖπνον ὑπὸ τῶν Λακεδαιμονίων ἄικλον προσαγορεύεσθαι, παραπλησίως ἁπάντων Δωριέων οὕτως αὐτὸ καλούντων. Ἀλκμὰν μὲν γὰρ οὕτω φησί fr. 70 B':'
κἠπὶ τᾷ μύλᾳ δρυφῆται κἠπὶ ταῖς συναικλίαις,
οὕτω τὰ συνδείπνια καλῶν. καὶ πάλιν fr. 71':' ‘ἄικλον Ἀλκμάων ἁρμόξατο.' ἄικλον δ᾽ οὐ λέγουσιν οἱ Λάκωνες τὴν μετὰ τὸ δεῖπνον μοῖραν, ἀλλ᾽ οὐδὲ τὰ διδόμενα τοῖς φιδίταις μετὰ τὸ δεῖπνον: ἄρτος γάρ ἐστι καὶ κρέας. ἀλλ᾽ ἐπάικλα μὲν λέγεται ταῦτα, ὄντα οἷον ἐπιχορηγήματα τοῦ συντεταγμένου τοῖς φιδίταις ἀίκλου: παρὰ γὰρ τοῦτο οἶμαι τὴν φωνὴν πεποιῆσθαι. καί ἐστιν παρασκευὴ τῶν λεγομένων ἐπαίκλων οὐχ ἁπλῆ, καθάπερ Πολέμων ὑπείληφεν, ἀλλὰ διττή: ἣν μὲν γὰρ τοῖς παισὶ παρέχουσι, πάνυ τις εὔκολός ἐστι καὶ εὐτελής: ἄλφιτα γάρ ἐστιν ἐλαίῳ δεδευμένα, φησι Νικοκλῆς Λάκων FHG IV 464' 'κάπτειν αὐτοὺς μετὰ τὸ δεῖπνον ἐν φύλλοις δάφνης, παρὸ καὶ καμματίδας μὲν προσαγορεύεσθαι τὰ φύλλα, αὐτὰ δὲ τὰ ψαιστὰ κάμματα. ὅτι δὲ ἔθος ἦν τοῖς πάλαι καὶ φύλλα δάφνης τραγηματίζεσθαι Καλλίας Διοκλῆς ἐν τοῖς Κύκλωψί φησιν οὕτως I 694 K':'
φυλλὰς δείπνων κατάλυσις ἥδε καθάπερ σχημάτων.
ἣν δ᾽ εἰς τὰ τῶν ἀνδρῶν φιδίτια κομίζουσι, σκευοποιεῖται ἔκ τινων ζῴων ὡρισμένων, παραχορηγοῦντος αὐτὰ τοῖς φιδίταις ἑνὸς τῶν εὐπορούντων, ἔσθ᾽ ὅτε δὲ καὶ πλειόνων. δὲ Μόλπις καὶ ματτύην φησὶ προσαγορεύεσθαι τὰ ἐπάικλα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: