previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἑξῆς δὲ λεκτέον καὶ περὶ τῶν Λακωνικῶν συμποσίων. Ἡρόδοτος μὲν οὖν ἐν τῇ ἐνάτῃ τῶν ἱστοριῶν περὶ τῆς Μαρδονίου παρασκευῆς λέγων καὶ μνημονεύσας Λακωνικῶν συμποσίων φησί c. 82':' ‘Ξέρξης φεύγων ἐκ τῆς Ἑλλάδος Μαρδονίῳ τὴν παρασκευὴν κατέλιπε τὴν αὑτοῦ. Παυσανίαν οὖν ἰδόντα τὴν τοῦ Μαρδονίου παρασκευὴν χρυσῷ καὶ ἀργύρῳ καὶ παραπετάσμασι ποικίλοις κατεσκευασμένην κελεῦσαι τοὺς ἀρτοποιοὺς καὶ ὀψοποιοὺς κατὰ ταὐτὰ καθὼς Μαρδονίῳ δεῖπνον παρασκευάσαι. ποιησάντων δὲ τούτων τὰ κελευσθέντα τὸν Παυσανίαν ἰδόντα κλίνας χρυσᾶς καὶ ἀργυρᾶς ἐστρωμένας καὶ τραπέζας ἀργυρᾶς καὶ παρασκευὴν μεγαλοπρεπῆ δείπνου ἐκπλαγέντα τὰ προκείμενα κελεῦσαι ἐπὶ γέλωτι τοῖς ἑαυτοῦ διακόνοις παρασκευάσαι Λακωνικὸν δεῖπνον. καὶ παρασκευασθέντος γελάσας Παυσανίας μετεπέμψατο τῶν Ἑλλήνων τοὺς στρατηγοὺς καὶ ἐλθόντων ἐπιδείξας ἑκατέρου τῶν δείπνων τὴν παρασκευὴν εἶπεν: ‘ἄνδρες Ἕλληνες, συνήγαγον ὑμᾶς βουλόμενος ἐπιδεῖξαι τοῦ Μήδων ἡγεμόνος τὴν ἀφροσύνην, ὃς τοιαύτην δίαιταν ἔχων ἦλθεν ὡς ἡμᾶς οὕτω ταλαίπωρον ἔχοντας.' φασὶ δέ τινες καὶ ἄνδρα Συβαρίτην ἐπιδημήσαντα τῇ Σπάρτῃ καὶ συνεστιαθέντα ἐν τοῖς φιδιτίοις εἰπεῖν: ‘εἰκότως ἀνδρειότατοι ἁπάντων εἰσὶ Λακεδαιμόνιοι: ἕλοιτο γὰρ <ἄν> τις εὖ φρονῶν μυριάκις ἀποθανεῖν οὕτως εὐτελοῦς διαίτης μεταλαβεῖν.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: