previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἄλεξις δ᾽ ἐν Ταραντίνοις ἐν τοῖς συμποσίοις φησὶ τοὺς Ἀττικοὺς καὶ ὀρχεῖσθαι ὑποπιόντας II 379 K':'
τοῦτο γὰρ νῦν ἐστί σοι
ἐν ταῖς Ἀθήναις ταῖς καλαῖς ἐπιχώριον:
ἅπαντες ὀρχοῦντ᾽ εὐθύς, ἂν οἴνου μόνον
ὀσμὴν ἴδωσι: συμφορὰν λέγεις ἄρ᾽ ἂν
φαίης ἂν εἰς συμπόσιον εἰσελθὼν ἄφνω.
καὶ τοῖς μὲν ἀγενείοις ἴσως ἔπεστί τις
χάρις: ἀλλ᾽ ἐπὰν δὴ τὸν γόητα Θεόδοτον
τὸν παραμασύντην ἴδω τὸν ἀνόσιον
βαυκιζόμενον τὰ λευκά τ᾽ ἀναβάλλονθ᾽ ἅμα,
ἥδιστ᾽ ἂν ἀναπήξαιμ᾽ [ἂν αὐτὸν] ἐπὶ τοῦ ξύλου
λαβών.
μήποτε δὲ καὶ Ἀντιφάνης ἐν Καρσὶ κατὰ τὸ Ἀττικὸν ἔθος [τῆς ὀρχήσεως] κωμῳδεῖ τινα τῶν σοφῶν ὡς παρὰ δεῖπνον ὀρχούμενον λέγων οὕτως II 55 K':'
οὐχ ὁρᾷς ὀρχούμενον
ταῖς χερσὶ τὸν βάκηλον; οὐδ᾽ αἰσχύνεται
τὸν Ἡράκλειτον πᾶσιν ἐξηγούμενος,
τὴν Θεοδέκτου μόνος ἀνευρηκὼς τέχνην,
τὰ κεφάλαια συγγράφων Εὐριπίδῃ.
τούτοις οὐδ᾽ ἀναρμόστως ἄν τις ἐπενέγκαι τὰ Ἐρίφῳ τῷ κωμικῷ ἐν Αἰόλῳ εἰρημένα τάδε II 428 K':'
λόγος γάρ ἐστ᾽ ἀρχαῖος οὐ κακῶς ἔχων:
οἶνον λέγουσι τοὺς γέροντας, πάτερ,
πείθειν χορεύειν οὐ θέλοντας.
Ἄλεξις δ᾽ ἐν τῷ ἐπιγραφομένῳ Ἰσοστάσιόν φησιν II 328 K':'
ἀπὸ συμβολῶν ἔπινον ὀρχεῖσθαι μόνον
βλέποντες, ἄλλο δ᾽ οὐδέν, ὄψων ὀνόματα
καὶ σιτίων ἔχοντες, Ὄψων, Κάραβος
καὶ Κωβιός, Σεμίδαλις.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: