previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ὅτι δὲ καὶ τὸν οἶνον ἔψυχον ὑπὲρ τοῦ ψυχρότερον αὐτὸν πίνειν Στράττις φησὶν ἐν Ψυχασταῖς I 728 K':'
οἶνον γὰρ πιεῖν
οὐδ᾽ ἂν εἷς δέξαιτο θερμόν, ἀλλὰ πολὺ τοὐναντίον
ψυχόμενον ἐν τῷ φρέατι <καὶ> χιόνι μεμιγμένον.
καὶ Λύσιππος ἐν Βάκχαις I 700 K':'
Ἕρμων, τί ἔστι; πῶς ἔχομεν; Β. τί δ᾽ ἄλλο γ᾽
πατὴρ ἄνωθεν ἐς τὸ φρέαρ, ἐμοὶ δοκεῖν,
ὥσπερ τὸν οἶνον τοῦ θέρους καθεῖκέ με.
Δίφιλος δ᾽ ἐν Μνηματίῳ φησίν II 559 K':'
ψῦξον τὸν οἶνον, Δῶρι.
Πρωταγορίδης δ᾽ ἐν β# τῶν κωμικῶν ἱστοριῶν FHG IV 484' 'τὸν Ἀντιόχου τοῦ βασιλέως κατὰ τὸν ποταμὸν διηγούμενος πλοῦν λέγει τι καὶ περὶ ἐπιτεχνήσεως ψυχρῶν ὑδάτων ἐν τούτοις: ‘τὴν γὰρ ἡμέραν ἡλιάζοντες αὐτό, [τῆς νυκτὸς] ἀπηθοῦντες τὸ παχύτατον τὸ λοιπὸν ἐξαιθριάζουσιν ἐν ὑδρίαις κεραμέαις ἐπὶ τῶν μετεωροτάτων μερῶν τῆς οἰκήσεως, δι᾽ ὅλης τε τῆς νυκτὸς δύο παῖδες ὕδατι τὰ τεύχη καταρραίνουσιν. ὄρθρου δὲ καθαιροῦντες καὶ τὴν ὑποστάθμην πάλιν ὑποσπῶντες λεπτόν τε ποιοῦντες αὐτὸ καὶ πρὸς ὑγίειαν οἷον ἄριστον ἐν ἀχύροις τιθέασιν τὰς ὑδρίας, εἶθ᾽ οὕτως χρῶνται χιόνος οὐδ᾽ ἡντινοῦν χρείαν ἔχοντες.' λακκαίου δὲ ὕδατος μνημονεύει Ἀναξίλας ἐν Αὐλητῇ οὕτως II 264 K':'
ὕδατός τε λακκαίου παρ᾽ ἐμοῦ τουτί γέ σοι
νόμιζ᾽ ὑπάρχειν.
καὶ πάλιν:
ἴσως τὸ λακκαῖόν γ᾽ ὕδωρ ἀπόλωλ᾽ ἐμόν.
Ἀπολλόδωρος δ᾽ Γελῷος καὶ τοῦ λάκκου αὐτοῦ, ὥσπερ ἡμεῖς λέγομεν, μνημονεύει ἐν Ἀπολιπούσῃ οὕτως IV 438 M':'
ἀγωνιῶσα τόν τε τοῦ λάκκου κάδον
λύσασα καὶ τὸν τοῦ φρέατος εὐτρεπεῖς
τὰς ἱμονιὰς πεποίηκας.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
hide References (1 total)
  • Cross-references to this page (1):
    • Dictionary of Greek and Roman Geography (1854), URANO´POLIS
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: