previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

μέλλοντος δὲ τοῦ κυνικοῦ τούτοις ἐπισωρεύειν τινὰ Ποντιανὸς ἔφη: ‘οἴδασιν, φίλτατοι ἀνδρῶν, οἱ ἀρχαῖοι καὶ τὴν τοῦ πάνυ ψυχροῦ πόσιν. Ἄλεξις γοῦν ἐν Παρασίτῳ φησί II 364 K':'
καὶ γὰρ βούλομαι
ὕδατός σε γεῦσαι: πρᾶγμα δ᾽ ἔστι μοι μέγα
φρέατος ἔνδον ψυχρότερον Ἀραρότος.
ὀνομάζει δὲ καὶ Ἕρμιππος ἐν Κέρκωψι I 234 K' 'φρεατιαῖον ὕδωρ οὕτως ... ὅτι δὲ καὶ χιόνα ἔπινον ἐν Μανδραγοριζομένῃ ἔφη Ἄλεξις II 348 K':'
εἶτ᾽ οὐ περίεργόν ἐστιν ἄνθρωπος φυτὸν
ὑπεναντιωτάτοις τε πλείστοις χρώμενον;
ἐρῶμεν ἀλλοτρίων, παρορῶμεν συγγενεῖς,
ἔχοντες οὐδὲν εὐποροῦμεν τοῖς πέλας,
ἐράνους φέροντες οὐ φέρομεν ἀλλ᾽ κακῶς.
τακτῆς τροφῆς δὲ τῆς καθ᾽ ἡμέραν πάλιν
γλιχόμεθα: τὴν μὲν μᾶζαν ἵνα λευκὴ παρῇ,
ζωμὸν δὲ ταύτῃ μέλανα μηχανώμεθα,
τὸ καλόν τε χρῶμα δευσοποιῷ χρῴζομεν.
καὶ χιόνα μὲν πίνειν παρασκευάζομεν,
τὸ δ᾽ ὄψον ἂν μὴ θερμὸν , διασύρομεν.
καὶ τὸν μὲν ὀξὺν οἶνον ἐκπυτίζομεν,
ἐπὶ ταῖς ἀβυρτάκαισι δ᾽ ἐκβακχεύομεν.
οὐκοῦν τὸ πολλοῖς τῶν σοφῶν εἰρημένον,
τὸ μὴ γενέσθαι μὲν κράτιστόν ἐστ᾽ αἰεί,
ἐπὰν γένηται δ᾽, ὡς τάχιστ᾽ ἔχειν τέλος.
Δεξικράτης δ᾽ ἐν τῷ ἐπιγραφομένῳ Ὑφ᾽ ἑαυτῶν πλανώμενοί φησιν IV 571 M':'
εἰ δὲ μεθύω καὶ χιόνα πίνω καὶ μύρον
ἐπίσταμ᾽ ὅτι κράτιστον Αἴγυπτος ποιεῖ ...
Εὐθυκλῆς δ᾽ ἐν Ἀσώτοις Ἐπιστολῇ I 805 K':'
πρῶτος μὲν οἶδεν εἰ χιών ἐστ᾽ ὠνία:
πρῶτον δ᾽ ἐκεῖνον σχαδόνα δεῖ πάντως φαγεῖν.
οἶδεν δὲ καὶ καλὸς Ξενοφῶν ἐν Ἀπομνημονεύμασι τὴν διὰ χιόνος πόσιν 2, 1, 30'.' Χάρης δ᾽ Μιτυληναῖος ἐν ταῖς περὶ Ἀλέξανδρον ἱστορίαις fr. 11 M' ' καὶ ὅπως δεῖ χιόνα διαφυλάσσεσθαι εἴρηκε, διηγούμενος περὶ τῆς πολιορκίας τῆς ἐν Ἰνδοῖς πόλεως Πέτρας, ὀρύξαι φάσκων τὸν Ἀλέξανδρον [ὀρύγματα] τριάκοντα ψυχεῖα, πληρώσαντα χιόνος παρεμβαλεῖν δρυὸς κλάδους. οὕτω γὰρ παραμένειν πλείω χρόνον τὴν χιόνα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: