previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐπίστανται δ᾽ οἱ παλαιοὶ καὶ τὸ πάνυ ψυχρὸν ὕδωρ ἐν ταῖς προπόσεσιν, ἀλλ᾽ οὐκ ἐρῶ, ἐὰν μὴ καὶ σύ με διδάξῃς εἰ ἔπινον θερμὸν ὕδωρ ἐν ταῖς εὐωχίαις οἱ ἀρχαῖοι. εἰ γὰρ οἱ κρατῆρες ἀπὸ τοῦ συμβεβηκότος τῆς ὀνομασίας ἔτυχον οὗτοί τε κερασθέντες παρέκειντο πλήρεις, οὐ ζέον τὸ ποτὸν παρεῖχον, λεβήτων τρόπον ὑποκαιόμενοι. ὅτι γὰρ οἴδασι θερμὸν ὕδωρ Εὔπολις μὲν ἐν Δήμοις παρίστησι I 286 K':'
τὸ χαλκίον
θέρμαινέ θ᾽ ἡμῖν καὶ θύη πέττειν τινὰ
κέλευ᾽, ἵνα σπλάγχνοισι συγγενώμεθα.
Ἀντιφάνης δ᾽ ἐν Ὀμφάλῃ II 84 K':'
ἐν χύτρᾳ δέ μοι
ὅπως ὕδωρ ἕψοντα μηδέν᾽ ὄψομαι.
οὐ γὰρ κακὸν ἔχω μηδ᾽ ἔχοιμ᾽. ἐὰν δ᾽ ἄρα
στρέφῃ με περὶ τὴν γαστέρ᾽ τὸν ὀμφαλόν,
παρὰ Φερτάτου δακτύλιός ἐστί μοι δραχμῆς.
ἐν δ᾽ Ἀλειπτρίᾳφέρεται τὸ δρᾶμα καὶ ὡς Ἀλέξιδοςib. 19':'
ἐὰν δὲ τοὐργαστήριον ποιῆτε περιβόητον,
κατασκεδῶ, νὴ τὴν φίλην Δήμητρα, τὴν μεγίστην
ἀρύταιναν ὑμῶν ἐκ μέσου βάψασα τοῦ λέβητος
ζέοντος ὕδατος: εἰ δὲ <μή>, μηδέποθ᾽ ὕδωρ πίοιμι
ἐλευθέριον.
Πλάτων δ᾽ ἐν δ# Πολιτείας p. 437 d':' ‘<πλέονος ἄν τινος> ἐπιθυμία ἐν τῇ ψυχῇ εἴη; οἷον δίψα ἐστὶ δίψα ἆρά γε θερμοῦ ποτοῦ ψυχροῦ < πολλοῦ > ὀλίγου καὶ ἑνὶ λόγῳ ποιοῦ τινος πώματος; ἐὰν μέν τις θερμότης τῷ δίψει προσῇ, τὴν τοῦ θερμοῦ ἐπιθυμίαν προσπαρέχοιτ᾽ ἄν, ἐὰν δὲ ψυχρότης, τὴν τοῦ ψυχροῦ, ἐὰν δὲ διὰ πλήθους παρουσίαν πολλὴ δίψα , τὴν τοῦ πολλοῦ παρέξεται, ἐὰν δὲ ὀλίγη, τὴν τοῦ ὀλίγου; αὐτὸ δὲ τὸ διψῆν οὐ μή ποτε ἄλλου γένηται ἐπιθυμία οὗπερ πέφυκεν, αὐτοῦ πώματος, καὶ αὖ τὸ πεινῆν βρώματος; Σῆμος δὲ Δήλιος ἐν β# Νησιάδος FHG IV 493' 'ἐν Κιμώλῳ τῇ νήσῳ φησὶ ψυχεῖα κατεσκευάσθαι θέρους ὀρυκτά, ἔνθα χλιεροῦ ὕδατος πλήρη κεράμια καταθέντες κομίζονται χιόνος οὐδὲν διάφορον. τὸ δὲ χλιαρὸν ὕδωρ Ἀθηναῖοι μετάκερας καλοῦσιν, ὡς Σώφιλος ἐν Ἀνδροκλεῖ II 444 K'.' Ἄλεξις δ᾽ ἐν Λοκροῖς ib. 347':'
αἱ δὲ παῖδες παρέχεον
μὲν τὸ θερμόν, δ᾽ ἑτέρα <τὸ> μετάκερας.
καὶ Φιλήμων ἐν Κορινθίᾳ ib. 488'.' Ἄμφις δ᾽ ἐν Βαλανείῳ ib. 237':'
ἀνεβόησ᾽ ὕδωρ ἐνεγκεῖν θερμόν, ἄλλος μετάκερας.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: