τοὺς Χαιρεφίλου δ᾽ υἱεῖς Ἀθηναίους, ὅτιμνημονεύει αὐτῶν καὶ Ὑπερείδης ὁ ῥήτωρ ῾fr. 185 Bl'.' Εὐθύνου δὲ τοῦ ταριχοπώλου μήμνηται Ἀντιφάνης ἐν Κουρίδι οὕτως ῾II 63 K':'
εἰσήγαγεν τάριχος, οὓς καὶ Τιμοκλῆς
ἰδὼν ἐπὶ τῶν ἵππων δύο σκόμβρους ἔφη
ἐν τοῖς Σατύροις εἶναι.
ἐλθών τε πρὸς τὸν τεμαχοπώλην, περίμενε,Φειδίππου δὲ—καὶ γὰρ οὗτος ταριχοπώλης—Ἄλεξις ἐν Ἱππίσκῳ ῾II 299 K' 'κἀν Σωράκοις ῾ib. 377':'
παρ᾽ οὗ φέρειν εἴωθας, ἂν οὕτω τύχῃ,
Εὔθυνος ... ἀπολογίζων αὐτόθι
χρηστόν τι, περίμεινον, κέλευσον μὴ τεμεῖν.
Φείδιππος ἕτερός τις ταριχηγὸς ξένος.