previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Παρμένων δ᾽ Βυζάντιος ἐν τοῖς ἰάμβοις τὰ ἀπὸ Κανῶν τῆς Αἰολικῆς πόλεως ὡς διάφορα ἐπαινῶν φησιν anth. l. B.p. 220':'
ἦλθον μακρὴν θάλασσαν οὐκ ἄγων σῦκα
Καναῖα φόρτον.
ὅτι δὲ καὶ τὰ ἀπὸ Καύνου τῆς Καρίας ἐπαινεῖται κοινόν. ὀξαλείων δὲ σύκων οὕτως καλουμένων μνημονεύει Ἡρακλέων Ἐφέσιος καὶ Νίκανδρος Θυατειρηνὸς παρατιθέμενοι Ἀπολλοδώρου τοῦ Καρυστίου ἐκ δράματος Προικιζομένης ἱματιοπώλιδος τάδε IV 448 M':'
πλὴν τό <γ᾽> οἰνάριον πάνυ
ἦν ὀξὺ καὶ πονηρόν, ὥστ᾽ ᾐσχυνόμην.
τὰ λοιπὰ μὲν γὰρ ὀξαλείους χωρία
συκᾶς φέρει, τοὐμὸν δὲ καὶ τὰς ἀμπέλους.
τῶν δ᾽ ἐν Πάρῳ τῇ νήσῳδιάφορα γὰρ κἀνταῦθα γίνεται σῦκα τὰ καλούμενα παρὰ τοῖς Παρίοις αἱμώνια, ταὐτὰ ὄντα τοῖς Λυδίοις καλουμένοις, ἅπερ διὰ τὸ ἐρυθρῶδες καὶ τῆς προσηγορίας ταύτης ἔτυχενἈρχίλοχος μνημονεύει λέγων οὕτως fr. 51 B4':'
ἔα Πάρον καὶ σῦκα κεῖνα καὶ θαλάσσιον βίον.
τὰ δὲ σῦκα ταῦτα τοσαύτην ἔχει παραλλαγὴν πρὸς τὰ ἀλλαχοῦ γινόμενα ὡς τὸ τοῦ ἀγρίου συὸς κρέας πρὸς τὰ ἄλλα [τὰ μὴ τῶν ἀγρίων χοίρων κρέα].

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: