previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐπὶ τούτοις σιωπήσαντος τοῦ Διονυσοκλέους γραμματικὸς ἔφη Οὔαρος: ‘ἀλλὰ μὴν καὶ Ἀντιφάνης ποιητὴς ἐν Δευκαλίωνι ταρίχων τῶνδε μέμνηται II 43 K':'
τάριχος ἀντακαῖον εἴ τις βούλετ᾽
Γαδειρικόν, Βυζαντίας δὲ θυννίδος
εὐφροσύναις ὀσμαῖσι χαίρει.
καὶ ἐν Παρασίτῳ ib. 87':'
τάριχος ἀντακαῖον ἐν μέσῳ
πῖον, ὁλόλευκον, θερμόν.
Νικόστρατός τε Φιλέταιρος ἐν Ἀντύλλῳ II 220 K':'
Βυζάντιόν <τε> τέμαχος ἐπιβακχευσάτω,
Γαδειρικόν θ᾽ ὑπογάστριον παρεισίτω
καὶ προελθών:
ἀλλ᾽ ἐπριάμην παρ᾽ ἀνδρός, γῆ καὶ θεοί,
ταριχοπώλου πάνυ καλοῦ τε κἀγαθοῦ
τιλτὸν μέγιστον, ἄξιον δραχμῆς, δυοῖν
ὀβολοῖν, ὃν οὐκ ἂν καταφάγοιμεν ἡμερῶν
τριῶν ἂν ἐσθίοντες οὐδὲ δώδεκα:
ὑπερμέγεθες γάρ ἐστιν.'
ἐπὶ τούτοις Οὐλπιανὸς ἀποβλέψας εἰς τὸν Πλούταρχον ἔφη: ‘μήποτ᾽ οὔτις ἐν τούτοις, οὗτος, τοὺς παρ᾽ ὑμῖν τοῖς Ἀλεξανδρεῦσι κατέλεξε Μενδησίους, ὧν οὐδ᾽ ἂν μαινόμενος κύων γεύσαιτο ἄν ποτε, τῶν καλῶν σου ἡμινήρων τῶν ταριχηρῶν σιλούρων.' καὶ Πλούταρχος μὲν ἡμίνηρος, ἔφη, τί διαφέρει τοῦ προκαταλελεγμένου ἡμιταρίχου, <οὗ> καλὸς ὑμῶν Ἀρχέστρατος μέμνηται p. 117 a'; ἀλλ᾽ ὅμως ὠνόμασεν ἡμίνηρον Πάφιος Σώπατρος ἐν Μυστάκου θητίῳ οὕτως:
ἐδέξατ᾽ ἀντακαῖον, ὃν τρέφει μέγας
Ἴστρος Σκύθαισιν ἡμίνηρον ἡδονήν.
καὶ τὸν Μενδήσιον οὕτως αὐτὸς καταλέγει:
Μενδήσιός θ᾽ ὡραῖος ἀκρόπαστος εὖ
ξανθαῖσιν ὀπτὸς κέφαλος ἀκτῖσιν πυρός.
ταῦτα δὲ τὰ βρώματα ὅτι πολλῷ ἡδίω ἐστὶ τῶν παρὰ σοὶ περισπουδάστων κόττα καὶ λέπιδι, οἱ πειραθέντες ἴσασι. λέγε οὖν ἡμῖν καὶ σὺ εἰ καὶ ἀρσενικῶς τάριχος λέγεται παρ᾽ Ἀττικοῖς: παρὰ γὰρ Ἐπιχάρμῳ οἴδαμεν.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
hide References (1 total)
  • Cross-references to this page (1):
    • Dictionary of Greek and Roman Geography (1854), PYRRHA
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: