previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Διοκλῆς μὲν Καρύστιος ἐν τοῖς Ὑγιεινοῖς ἐπιγραφομένοις τῶν ταρίχων φησὶ τῶν ἀπιμέλων κράτιστα εἶναι τὰ ὡραῖα, τῶν δὲ πιόνων τὰ θύννεια. Ἱκέσιος δ᾽ ἱστορεῖ οὐκ εἶναι εὐεκκρίτους κοιλίας οὔτε πηλαμύδας οὔτε τὰ ὡραῖα, τὰ δὲ νεώτερα τῶν θυννείων τὴν αὐτὴν ἀναλογίαν ἔχειν τοῖς κυβίοις μεγάλην τε εἶναι διαφορὰν πρὸς πάντα τὰ ὡραῖα λεγόμενα. ὁμοίως δὲ λέγει καὶ τῶν Βυζαντίων ὡραίων πρὸς τὰ ἀφ᾽ ἑτέρων τόπων λαμβανόμενα καὶ οὐ μόνον τῶν θυννείων, ἀλλὰ καὶ τῶν ἄλλων τῶν ἁλισκομένων ἐν Βυζαντίῳ.' τούτοις προσέθηκεν Ἐφέσιος Δάφνος: ‘Ἀρχέστρατος μὲν περιπλεύσας τὴν οἰκουμένην γαστρὸς ἕνεκα καὶ τῶν ὑπὸ τὴν γαστέρα φησί fr. 52 Ri':'
καὶ Σικελοῦ θύννου τέμαχος <φάγε .......>,
τμηθὲν ὅτ᾽ ἐν βίκοισι ταριχεύεσθαι ἔμελλεν.
σαπέρδῃ δ᾽ ἐνέπω κλαίειν μακρά, Ποντικῷ ὄψῳ,
καὶ τοῖς κεῖνον ἐπαινοῦσιν. παῦροι γὰρ ἴσασιν
ἀνθρώπων ὅτι φαῦλον ἔφυ καὶ ἀκιδνὸν ἔδεσμα.
ἀλλὰ τριταῖον ἔχειν σκόμβρον, πρὶν ἐς ἁλμυρὸν ὕδωρ
ἐλθεῖν, ἀμφορέως ἐντὸς νέον, ἡμιτάριχον.
ἂν δ᾽ ἀφίκῃ κλεινοῦ Βυζαντίου εἰς πόλιν ἁγνήν,
ὡραίου φάγε μοι τέμαχος πάλιν: ἐστὶ γὰρ ἐσθλὸν
καὶ μαλακόν.
παρέλιπεν δ᾽ τένθης Ἀρχέστρατος συγκαταλέξαι ἡμῖν καὶ τὸ παρὰ Κράτητι τῷ κωμῳδιοποιῷ ἐν Σαμίοις λεγόμενον ἐλεφάντινον τάριχος, περὶ οὗ φησιν I 139 K':'
σκυτίνῃ ποτ᾽ ἐν χύτρᾳ τάριχος ἐλεφάντινον
ἧψε ποντιὰς χελώνη πευκίνοισι καύμασι,
καρκίνοι ποδάνεμοί τε καὶ τανύπτεροι λύκοι
ὑσοριμαχεῖν ἄνδρες οὐρανοῦ καττύματα.
παῖ᾽ ἐκεῖνον, ἄγχ᾽ ἐκεῖνον. ἐν Κέῳ τίς ἡμέρα;
ὅτι δὲ διαβόητον ἦν τὸ τοῦ Κράτητος ἐλεφάντινον τάριχος μαρτυρεῖ Ἀριστοφάνης ἐν Θεσμοφοριαζούσαις διὰ τούτων I 480 K':'
μέγα τι βρῶμ᾽ ἐστὶ τρυγῳδοποιομουσική,
ἡνίκα Κράτητί τε τάριχος ἐλεφάντινον
λαμπρὸν ἐνόμιζεν ἀπόνως παρακεκλημένον
ἄλλα τε τοιαῦθ᾽ ἕτερα μυρί᾽ ἐκιχλίζετο.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: