previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

καὶ ΜΑΖΑΣ δ᾽ ἔστιν εὑρεῖν ἀναγεγραμμένας παρά τε τῷ Τρύφωνι fr. 118 V' 'καὶ παρ᾽ ἄλλοις πλείοσιν. παρ᾽ Ἀθηναίοις μὲν φύστην τὴν μὴ ἄγαν τετριμμένην, ἔτι δὲ καρδαμάλην καὶ βήρηκα καὶ τολύπας καὶ Ἀχίλλειον: καὶ ἴσως αὕτη ἐστὶν ἐξ Ἀχιλλείων κριθῶν γινομένη: θριδακίνας τε καὶ οἰνοῦτταν καὶ μελιτοῦτταν καὶ κρίνον .... καλούμενον καὶ σχῆμά τι χορικῆς ὀρχήσεως παρ᾽ Ἀπολλοφάνει I 797 K' 'ἐν Δαλίδι. αἱ δὲ παρ᾽ Ἀλκμᾶνι θριδακίσκαι λεγόμεναι αἱ αὐταί εἰσι ταῖς Ἀττικαῖς θριδακίναις. λέγει δὲ οὕτως Ἀλκμάν fr. 20 B4':'
θριδακίσκας τε καὶ κριβανωτός.
Σωσίβιος δ᾽ ἐν γ# περὶ Ἀλκμᾶνος κρίβανά φησι λέγεσθαι πλακοῦντάς τινας τῷ σχήματι μαστοειδεῖς. ὑγίεια δὲ καλεῖται διδομένη ἐν ταῖς θυσίαις μᾶζα ἵνα ἀπογεύσωνται. καὶ Ἡσίοδος δὲ μᾶζάν τιν᾽ ἀμολγαίαν καλεῖ op. 590':'
μᾶζά τ᾽ ἀμολγαίη γάλα τ᾽ αἰγῶν σβεννυμενάων,
τὴν ποιμενικην λέγων καὶ ἀκμαίαν: ἀμολγὸς γὰρ τὸ ἀκμαιότατον. παραιτητέον δὲ καταλέγεινοὐδὲ γὰρ οὕτως εὐτυχῶς μνήμης ἔχω ἐξέθετο πόπανα καὶ πέμματα Ἀριστομένης Ἀθηναῖος ἐν γ# τῶν πρὸς τὰς ἱερουργίας. ἔγνωμεν δὲ καὶ ἡμεῖς τὸν ἄνδρα τοῦτον νεώτεροι πρεσβύτερον. ὑποκριτὴς δὲ ἦν ἀρχαίας κωμῳδίας ἀπελεύθερος τοῦ μουσικωτάτου βασιλέως Ἀδριανοῦ, καλούμενος ὑπ᾽ αὐτοῦ Ἀττικοπέρδιξ.'

καὶ Οὐλπιανὸς ἔφη: ‘ δ᾽ ἀπελεύθερος παρὰ τίνι κεῖται; εἰπόντος δέ τινος καὶ δρᾶμα ἐπιγράφεσθαι Φρυνίχου Ἀπελευθέρους, Μένανδρον δ᾽ ἐν Ῥαπιζομένῃ IV 200 M' 'καὶ ἀπελευθέραν εἰρηκέναι καὶ ἐπισυνάπτοντος ... πάλιν ἔφη: ‘τίνι δὲ διαφέρει ἐξελευθέρου; ταῦτα μὲν οὖν ἔδοξε κατὰ τὸ παρὸν ἀναβαλέσθαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
hide References (1 total)
  • Cross-references to this page (1):
    • Dictionary of Greek and Roman Geography (1854), GANGRA
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: