κἆθ᾽ ἧκεν ἄρτους πριάμενοςἐν δὲ τῷ Μενελάῳ ἐπιγραφομένῳ ΑΛΕΛΑΙΟΥΣ τινὰς ἄρτους καλεῖ ῾ib. 622'.' ΑΥΤΟΠΥΡΟΥ δ᾽ ἄρτου μέμνηται Ἄλεξις ἐν Κυπρίῳ ῾II 340 K':'
μὴ τῶν καθαρύλλων, ἀλλὰ μεγάλους Κιλικίους.
τὸν δ᾽ αὐτόπυρον ἄρτον ἀρτίως φαγών.Φρύνιχος δ᾽ ἐν Ποαστρίαις αὐτοπυρίτας αὐτοὺς καλῶν φησιν ῾I 380 K':'
αὐτοπυρίταισί τ᾽ ἄρτοις καὶ λιπῶσι στεμφύλοις.ΟΡΙΝΔΟΥ δ᾽ ἄρτου μέμνηται Σοφοκλῆς ἐν Τριπτολέμῳ ῾fr. 548 N' 'ἤτοι τοῦ ἐξ ὀρύζης γινομένου ἢ ἀπὸ τοῦ ἐν Αἰθιοπίᾳ γιγνομένου σπέρματος, ὅ ἐστιν ὅμοιον σησάμῳ. ΚΟΛΛΑΒΟΥ δ᾽ ἄρτου Ἀριστοφάνης ἐν Ταγηνισταῖς ῾I 520 K':'
λαμβάνετε κόλλαβον ἕκαστος.καὶ πάλιν ῾fr. 506 K':'
ἢ δέλφακος ὀπωρινῆςγίνονται δ᾽ οἱ ἄρτοι οὗτοι ἐκ νέου πυροῦ, ὡς Φιλύλλιος ἐν Αὔγῃ παρίστησιν ῾I 782 K':'
ἠτριαίαν φέρετε δεῦρο μετὰ κολλάβων
χλιερῶν.
αὐτὸς φέρων πάρειμι πυρῶν ἐκγόνους τριμήνωνΜΑΚΩΝΙΔΩΝ δ᾽ ἄρτων μνημονεύει Ἀλκμὰν ἐν τῷ ε# οὕτως ῾fr. 74 b B4':'
γαλακτοχρῶτας κολλάβους θερμούς.
κλῖναι μὲν ἑπτὰ καὶ τόσαι τράπεσδαιἐστὶ <δὲ> βρωμάτιον διὰ μέλιτος καὶ λίνου. τοῦ δὲ ΚΟΛΛΥΡΑΣ καλουμένου ἄρτου Ἀριστοφάνης ἐν Εἰρήνῃ ῾122':'
μακωνίδων ἄρτων ἐπιστέφοισαι
λίνω τε σασάμω τε κἠν πελίχναις
πεδεσσι χρυσοκόλλα.
κολλύραν μεγάλην καὶ κόνδυλον ὄψον ἐπ᾽ αὐτῇ.καὶ ἐν Ὁλκάσι ῾I 499 K':' καὶ κολλύραν τοῖσι περῶσιν διὰ τοὐν Μαραθῶνι
τρόπαιον.