previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ΤΑΓΗΝΙΣΤΩΝ δ᾽ ἰχθύων μνημονεύει Ἄλεξις ἐν Δημητρίῳ II 315 K' 'καθάπερ κἀν τῷ προκειμένῳ δράματι. Εὔβουλος Ὀρθάννῃ II 190 K':'
πᾶσα δ᾽ εὔμορφος γυνὴ
ἐρῶσα φοιτᾷ τηγάνων τε σύντροφα
τριβαλλοπανόθρεπτα μειρακύλλια,
ὁμοῦ δὲ τευθὶς καὶ Φαληρικὴ κόρη
σπλάγχνοισιν ἀρνείοισι συμμεμιγμένη
πηδᾷ, χορεύει, πῶλος ὣς ἀπὸ ζυγοῦ.
ῥιπὶς δ᾽ ἐγείρει φύλακας Ἡφαίστου κύνας
θερμῇ παροξύνουσα τηγάνου πνοῇ:
ὀσμὴ δὲ πρὸς μυκτῆρας ἠρεθισμένη
ᾁσσει: μεμαγμένη δὲ Δήμητρος κόρη
κοίλη φάραγγος δακτύλου πιέσματι
σύρει τριήρους ἐμβολὰς μιμουμένη,
δείπνου πρόδρομον ἄριστον.
ἤσθιον δὲ καὶ ταγηνιστὰς σηπίας. Νικόστρατος Φιλέταιρος ἐν Ἀντύλλῳ φησίν II 221 K':'
οὔποτ᾽ <ἂν> αὖθις <αὖ>
σηπίαν ἀπὸ τηγάνου
τολμήσαιμι φαγεῖν μόνος.
Ἡγήμων δ᾽ ἐν Φιλίννῃ καὶ γόνον ἐκ ταγήνου ἐσθίοντας ποιεῖ ἐν τούτοις I 700 K':'
μάλα ταχέως αὐτῶν πρίω .. πουλύπουν
καὶ δὸς καταφαγεῖν κἀπὸ τηγάνου γόνον.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: