previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἑξῆς εἰσεκομίσθη ταγηνιστὰ ἥπατα περιειλημένα τῷ καλουμένῳ ΕΠΙΠΛΩΙ, ὃν Φιλέταιρος ἐν Τηρεῖ ἐπίπλοιον εἴρηκεν II 235 K'.' εἰς ἀποβλέψας Κύνουλκοςλέγε ἡμῖν, ἔφη, σοφὲ Οὐλπιανέ, εἴ που κεῖται οὕτως τὸ ἧπαρ ἐντετυλιγμένον.' καὶ ὅς: ‘ἐὰν πρότερον δείξῃς σὺ παρὰ τίνι ἐπίπλους εἴρηται ἐπὶ τοῦ λίπους καὶ τοῦ ὑμένος.' ἀντικορυσσομένων οὖν τούτων Μυρτίλος ἔφη: ‘ μὲν ἐπίπλους παρ᾽ Ἐπιχάρμῳ ἐν Βάκχαις p. 222 L':'
καὶ τὸν ἀρχὸν ἐπικαλύψας ἐπιπλόῳ.
καὶ ἐν Θεαροῖς p. 242':'
ὀσφύος τε πέρι κἠπιπλόου.
καὶ Χῖος δὲ Ἴων ἐν ταῖς Ἐπιδημίαις FHG II 47' 'ἔφη: ‘τῷ ἐπίπλῳ ἐπικαλύψας.' ἀπέχεις, φίλη κεφαλὴ Οὐλπιανέ, τὸν ἐπίπλουν, ἵν᾽ ἤδη ποτὲ αὐτῷ ἐντυλιχθεὶς κατακαυθῇς καὶ πάντας ἡμᾶς ζητήσεων ἀπαλλάξῃς. τὸ δὲ μαρτύριον τοῦ οὕτως διεσκευασμένου ἥπατος δίκαιος εἶ σὺ ἀπομνημονεῦσαι, προειρημένου σοι πάλαι p. 95a' 'ὅτε περὶ τῶν ὠτίων καὶ ποδῶν ἐζητοῦμεν, <ὅτι> Ἄλεξις ἐν Κρατείᾳ Φαρμακοπώλῃ εἴρηκε. πᾶσα δ᾽ ἐκλογὴ χρησίμη οὖσα εἰς πολλά, ἐπεὶ τὰ νῦν διὰ μνήμης οὐ κρατεῖς, αὐτὸς ἐγὼ διεξελεύσομαι. φησὶ δ᾽ οὕτως κωμικός II 335 K':'
πρῶτον μὲν <οὖν> ὄστρεια παρὰ Νηρεῖ τινι
ἰδὼν γέροντι φυκί᾽ ἠμφιεσμένα
ἔλαβον ἐχίνους τ᾽: ἐστὶ γὰρ προοίμιον
δείπνου χαριέντως ταῦτα πεπρυτανευμένου.
τούτων δ᾽ ἀπολυθείς, κειμένων ἰχθυδίων
μικρῶν, τρεμόντων τῷ δέει τί πείσεται,
θαρρεῖν κελεύσας ἕνεκ᾽ ἐμοῦ ταῦτ᾽ οὐδὲ ἓν
φήσας ἀδικήσειν ἐπριάμην γλαῦκον μέγαν.
ἔπειτα νάρκην ἔλαβον, ἐνθυμούμενος
ὅτι δεῖ γυναικὸς ἐπιφερούσης δακτύλους
ἁπαλοὺς ὑπ᾽ ἀκάνθης μηδὲ ἓν τούτων παθεῖν.
ἐπὶ τὸ τάγηνον φυκίδας, ψήττας τινάς,
καρῖδα, φύκην, κωβιόν, πέρκην, σπάρον,
ἐποίησά τ᾽ αὐτὸ ποικιλώτερον ταῶ.
κρεᾴδι᾽ <ἄττα>, ποδάρια, ῥύγχη τινά,
ὠτάρι᾽ ὕει᾽, ἡπάτιον ἐγκεκαλυμμένον:
αἰσχύνεται γὰρ πελιδνὸν ὂν τῷ χρώματι.
τούτοις μάγειρος οὐ πρόσεισ᾽ οὐδ᾽ ὄψεται:
οἰμώξεται γὰρ νὴ Δί᾽. ἀλλ᾽ ἐγὼ σοφῶς
ταῦτ᾽ οἰκονομήσω καὶ γλαφυρῶς καὶ ποικίλως
οὕτω ῾ποῶ γὰρ τοὔψον αὐτός᾿ ὥστε τοὺς
δειπνοῦντας εἰς τὰ λοπάδι᾽ ἐμβάλλειν ποῶ
ἐνίοτε τοὺς ὀδόντας ὑπὸ τῆς ἡδονῆς.
τὰς σκευασίας πάντων δὲ καὶ τὰς συστάσεις
τούτων ἕτοιμός εἰμι δεικνύειν, λέγειν,
προῖκα προδιδάσκειν, ἂν θέλῃ τις μανθάνειν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: