previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

πρὸς ταῦτα Οὐλπιανός πως ἡδέως γελάσαςἀλλὰ μὴ βάυζε, εἶπεν, ἑταῖρε, μηδὲ ἀγριαίνου τὴν κυνικὴν προβαλλόμενος λύσσαν τῶν ὑπὸ κύνα οὐσῶν ἡμερῶν, δέον αἰκάλλειν μᾶλλον καὶ προσσαίνειν τοῖς συνδείπνοις, μὴ καί τινα Κυνοφόντιν ἑορτὴν ποιησώμεθα ἀντὶ τῆς παρ᾽ Ἀργείοις ἐπιτελουμένης. χορτασθῆναι εἴρηται, δαιμόνιε ἀνδρῶν, παρὰ μὲν Κρατίνῳ ἐν Ὀδυσσεῦσιν οὕτως I 57 K':'
ἧσθε πανημέριοι χορταζόμενοι γάλα λευκόν.
καὶ Μένανδρος δὲ ἐν Τροφωνίῳ IV 207 M' 'ἔφη χορτασθείς. Ἀριστοφάνης δ᾽ ἐν Γηρυτάδῃ I 429 K':'
θεράπευε καὶ χόρταζε τῶν μονῳδιῶν.
Σοφοκλῆς τε ἐν Τυροῖ fr. 600 N':'
σίτοισι παγχόρτοισιν ἐξενίζομεν.
Εὔβουλος δ᾽ ἐν Δόλωνι II 175 K':'
ἐγὼ κεχόρτασμαι μέν, ἄνδρες, οὐ κακῶς,
ἀλλ᾽ εἰμὶ πλήρης, ὥστε καὶ μόλις πάνυ
ὑπεδησάμην ἅπαντα δρῶν τὰς ἐμβάδας.
Σώφιλος δ᾽ ἐν Φυλάρχῳ II 446 K':'
γαστρισμὸς ἔσται δαψιλής: τὰ προοίμια
ὁρῶ . . . . . . . χορτασθήσομαι.
νὴ τὸν Διόνυσον, ἄνδρες, ἤδη στρηνιῶ.
καὶ Ἄμφις ἐν Οὐρανῷ II 244 K':'
εἰς τὴν ἑσπέραν χορτάζομαι
ἐν ἅπασιν ἀγαθοῖς.
ταῦτα μὲν οὖν, Κύνουλκε, εἰπεῖν προχείρως ἔχω σοι τὰ νῦν, αὔριον δὲ ἔνηφιτὴν γὰρ εἰς τρίτην Ἡσίοδος op. 410' 'εἴρηκεν οὕτωςπληγαῖς σε χορτάσω, ἐάνπερ μὴ εἴπῃς κοιλιοδαίμων παρὰ τίνι κεῖται.' σιωπήσαντος δ᾽ ἐκείνουἀλλὰ μὴν καὶ τοῦτο αὐτός σοι, κύον, ἐρῶ ὅτι Εὔπολις τοὺς κόλακας ἐν τῷ ὁμωνύμῳ δράματι I 306 K' 'οὕτω κέκληκε: τὸ δὲ μαρτύριον ἀναβαλοῦμαι, ἔστ᾽ ἂν ἀποδῶ σοι τὰς πληγάς.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: