λεπάσιν, ἐχίνοις, ἐσχάραις, βελόναις τε τοῖς κτεσίν τε:ῥωμαλεώτερα δὲ τῶν κογχυλίων φησὶν εἶναι ὁ Διοκλῆς κόγχας, πορφύρας, κήρυκας. περὶ δὲ τῶν κηρύκων ὁ Ἄρχιππος τάδε λέγει ῾ibid':'
κῆρυξ θαλάσσης τρόφιμος, υἱὸς πορφύρας.Σπεύσιππος δ᾽ ἐν β# Ὁμοίων παραπλήσια εἶναι κήρυκας, πορφύρας, στραβήλους, κόγχους. τῶν στραβήλων μνημονεύει καὶ Σοφοκλῆς ἐν Καμικοῖς οὕτως ῾fr. 302':'
ἁλίας στραβήλου τῆσδε, τέκνον, εἴ τιναἔτι ὁ Σπεύσιππος ἑξῆς πάλιν ἰδίᾳ καταριθμεῖται κόγχους, κτένας, μῦς, πίννας, σωλῆνας, καὶ ἐν ἄλλῳ μέρει ὄστρεα, λεπάδας. Ἀραρὼς δὲ Καμπυλίωνί φησιν ῾II 217 K':'
δυναίμεθ᾽ εὑρεῖν ...
τὰ κομψὰ <μὲν> δὴ ταῦτα νωγαλεύματα,Σώφρων δ᾽ ἐν Μίμοις ῾fr. 38 Bo':' ‘τίνες δέ ἐντί ποκα, φίλα, τοιδέ τοι μακραὶ κόγχαι; Β. σωλῆνές θην τοῦτοί γα, γλυκύκρεον κογχύλιον, χηρᾶν γυναικῶν λίχνευμα.' τῶν δὲ πιννῶν μνημονεύει Κρατῖνος ἐν Ἀρχιλόχοις ῾I 14 K':'
κόγχαι τε καὶ σωλῆνες αἵ τε καμπύλαι
καρῖδες ἐξήλλοντο δελφίνων δίκην.
ἣ μὲν δὴ πίννῃσι καὶ ὀστρείοισιν ὁμοίη.Φιλύλλιος δ᾽ ἢ Εὔνικος ἢ Ἀριστοφάνης ἐν Πόλεσι ῾I 785 K':'
πουλυπόδειον σηπιδάριον, κάραβον, ἀστακόν,Ἀγίας δὲ καὶ Δερκύλος ἐν Ἀργολικοῖς ῾FHG 386. 292' 'τοὺς στραβήλους ἀστραβήλους ὀνομάζουσι, μνημονεύοντες αὐτῶν ὡς ἐπιτηδείων ὄντων εἰς τὸ σαλπίζειν.
ὄστρειον,
χήμας, λεπάδας, σωλῆνας, μῦς, πίννας, κτένας
ἐκ Μιτυλήνης:
αἴρετ᾽ ἀνθρακίδας, τρίγλη, σαργός, κεστρεύς,
πέρκη, κορακῖνοι.