previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ΚΙΝΑΡΑ. ταύτην Σοφοκλῆς ἐν Κολχίσι fr. 322 N' 'κυνάραν καλεῖ, ἐν δὲ Φοίνικι fr. 646':'
κύναρος ἄκανθα πάντα πληθύει γύην.
Ἑκαταῖος δ᾽ Μιλήσιος ἐν Ἀσίας περιηγήσει, εἰ γνήσιον τοῦ συγγραφέως τὸ βιβλίον: Καλλίμαχος γὰρ Νησιώτου αὐτὸ ἀναγράφει fr. 100d 10':' ὅστις οὖν ἐστιν ποιήσας, λέγει οὕτως FHG I 12':' ‘περὶ τὴν Ὑρκανίην θάλασσαν καλεομένην οὔρεα ὑψηλὰ καὶ δασέα ὕλῃσιν, ἐπὶ δὲ τοῖσιν οὔρεσιν ἄκανθα κυνάρα.' καὶ ἑξῆς: ‘Πάρθων πρὸς ἥλιον ἀνίσχοντα Χοράσμιοι οἰκοῦσι γῆν, ἔχοντες καὶ πεδία καὶ οὔρεα: ἐν δὲ τοῖσιν οὔρεσι δένδρεα ἔνι ἄγρια, ἄκανθα κυνάρα, ἰτέα, μυρίκη.' καὶ περὶ τὸν Ἰνδὸν δέ φησι ποταμὸν γίνεσθαι τὴν κυνάραν. καὶ Σκύλαξ δὲ Πολέμων γράφει fr. 92 Pr':' ‘εἶναι δὲ τὴν γῆν ὑδρηλὴν κρήνῃσι καὶ ὀχετοῖσιν, ἐν δὲ τοῖς οὔρεσι πέφυκε κυνάρα καὶ βοτάνη ἄλλη.' καὶ ἐν τοῖς ἑξῆς: ‘ἐντεῦθεν δὲ ὄρος παρέτεινε τοῦ ποταμοῦ τοῦ Ἰνδοῦ καὶ ἔνθεν καὶ ἔνθεν ὑψηλόν τε καὶ δασὺ ἀγρίῃ ὕλῃ καὶ ἀκάνθῃ κυνάρᾳ.' Δίδυμος δ᾽ γραμματικὸς ἐξηγούμενος παρὰ τῷ Σοφοκλεῖ τὸ κύναρος ἄκανθαμήποτε, φησί, τὴν κυνόσβατον λέγει διὰ τὸ ἀκανθῶδες καὶ τραχὺ εἶναι τὸ φυτόν. καὶ γὰρ Πυθία ξυλίνην κύνα αὐτὸ εἶπεν, καὶ Λοκρὸς χρησμὸν λαβὼν ἐκεῖ πόλιν οἰκίζειν ὅπου ἂν ὑπὸ ξυλίνης κυνὸς δηχθῇ, καταμυχθεὶς τὴν κνήμην ὑπὸ κυνοσβάτου ἔκτισε τὴν πόλιν.' ‘ἐστὶ δὲ κυνόσβατος μεταξὺ θάμνου καὶ δένδρου᾽, ὥς φησι Θεόφραστος h. pl. 3, 18, 4',' ‘καὶ τὸν καρπὸν ἔχει ἐρυθρόν, παραπλήσιον τῇ ῥοιᾷ. ἔχει δὲ καὶ τὸ φύλλον ἀγνῶδες.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: