previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

καλῶς οὖν Ἀρίστων Κεῖός φησιν ἥδιστον ποτὸν εἶναι τὸν ἅμα μὲν γλυκύτητος, ἅμα δ᾽ εὐωδίας κοινωνοῦντα. διὸ καὶ τὸ καλούμενον νέκταρ κατασκευάζειν τινὰς περὶ τὸν Λυδίας Ὄλυμπον οἶνον καὶ κηρία συγκιρνάντας εἰς ταὐτὰ καὶ τὰ τῶν ἀνθῶν εὐώδη. οἶδα δ᾽ ὅτι Ἀναξανδρίδης τὸ νέκταρ οὐ ποτόν, ἀλλὰ τροφὴν εἶναι λέγει θεῶν II 160 K':'
τὸ νέκταρ ἐσθίω πάνυ
μάττων διαπίνω τ᾽ ἀμβροσίαν καὶ τῷ Διὶ
διακονῶ καὶ σεμνός εἰμ᾽ ἑκάστοτε
Ἥρᾳ λαλῶν καὶ Κύπριδι παρακαθήμενος.
καὶ Ἀλκμὰν δέ φησι fr. 100 B4' '‘τὸ νέκταρ ἔδμεναι᾽ αὐτούς. καὶ Σαπφὼ δέ φησιν fr. 51':'
ἀμβροσίας μὲν
κρατὴρ ἐκέκρατο,
Ἑρμᾶς δ᾽ ἕλεν ὄλπιν
θεοῖς οἰνοχοῆσαι.
δ᾽ Ὅμηρος θεῶν πόμα τὸ νέκταρ οἶδεν. Ἴβυκος δέ φησι fr. 33' 'τὴν ἀμβροσίαν τοῦ μέλιτος κατ᾽ ἐπίτασιν ἐννεαπλασίαν ἔχειν γλυκύτητα, τὸ μέλι λέγων ἔνατον εἶναι μέρος τῆς ἀμβροσίας κατὰ τὴν ἡδονήν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: