previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ὅτι ἀρτύματα εὕρηται παρὰ Σοφοκλεῖ fr. 609 N':'
καὶ βορᾶς ἀρτύματα.
καὶ παρ᾽ Αἰσχύλῳ fr. 299':'
διαβρέχεις τἀρτύματα.
καὶ Θεόπομπος δέ φησι FHG I 298 fr. 125':' ‘πολλοὶ μὲν ἀρτυμάτων μέδιμνοι, πολλοὶ δὲ σάκκοι καὶ θύλακοι βιβλίων καὶ τῶν ἄλλων ἁπάντων τῶν χρησίμων πρὸς τὸν βίον.' τὸ δὲ ῥῆμα κεῖται παρὰ Σοφοκλεῖ fr. 1014 N':'
ἐγὼ μάγειρος ἀρτύσω σοφῶς.
Κρατῖνος I 101 K':'
γλαῦκον οὐ πρὸς παντὸς <ἀνδρός> ἐστιν ἀρτῦσαι
καλῶς.
Εὔπολις I 347 K':'
ὄψῳ πονηρῷ πολυτελῶς ἠρτυμένῳ.
ὅτι ἀρτύματα ταῦτα καταλέγει που Ἀντιφάνης
II 69 K':'
ἀστάφιδος, ἁλῶν, σιραίου, σιλφίου, τυροῦ, θύμου,
σησάμου, νίτρου, κυμίνου, <ῥοῦ, μέλιτος>, ὀριγάνου,
βοτανίων, ὄξους, ἐλαῶν, εἰς ἀβυρτάκην χλόης,
καππάριδος, ᾠῶν, ταρίχους, καρδάμων, θρίων, ὀποῦ.
ὅτι οἴδασιν οἱ παλαοὶ τὸ Αἰθιοπικὸν καλούμενον
κύμινον cf. Plin. 19, 161. 20, 161'.'

ὅτι εἴρηται ἀρσενικῶς θύμος καὶ ὀρίγανος. Ἀναξανδρίδης II 157 K':'

ἀσφάραγον σχῖνόν τε τεμὼν καὶ ὀρίγανον, ὃς δὴ
σεμνύνει τὸ τάριχον ὁμοῦ μιχθεὶς κοριάννῳ.
Ἴων fr. 5 B4':'
αὐτὰρ γ᾽ ἐμμαπέως τὸν ὀρίγανον ἐν χερὶ κεύθει.
θηλυκῶς δὲ Πλάτων Κάνθαρος I 641 K':'
'ξ Ἀρκαδίας οὕτω δριμυτάτην ὀρίγανον.
οὐδετέρως δ᾽ Ἐπίχαρμος καὶ Ἀμειψίας I 678 K'.' τὸν δὲ θύμον ἀρσενικῶς Νίκανδρος ἐν Μελισσουργικοῖς fr. 92 Schn'.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: