Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ΚΟΨΙΧΟΙ.
Νικόστρατος ἢ Φιλέταιρος ῾II
221 K':'
τί οὖν ἀγοράσω; φράζε γάρ.
Β. μὴ πολυτελῶς, ἀλλὰ καθαρείως: δασύποδα,
ἐὰν περιτύχῃς, ἀγόρασον καὶ νηττία
ὁπόσα σὺ βούλει καὶ κίχλας καὶ κοψίχους,
ὀρνιθάριά τε τῶν ἀγρίων τούτων συχνά:
χάριεν γάρ.
Ἀντιφάνης δὲ καὶ ΨΑΡΑΣ ἐν τοῖς βρώμασι καταλέγει ῾II 130 K':'
μέλι, πέρδικες,
φάτται, νῆτται, χῆνες, ψᾶρες,
κίττα, κολοιός, κόψιχος, ὄρτυξ,
ὄρνις θήλεια.
πάντων ἡμᾶς λόγον ἀπαιτεῖς καὶ οὐδ᾽ ὁτιοῦν ἔξεστιν εἰπεῖν ἀνυπεύθυνον.
ὅτι τὸ ΣΤΡΟΥΘΑΡΙΟΝ παρ᾽ ἄλλοις τε καὶ δὴ καὶ
παρ᾽ Εὐβούλῳ ῾II 208 K':'
περδίκια
λαβὲ τέτταρ᾽ ἢ καὶ πέντε, δασύποδας <δὲ> τρεῖς,
στρουθάριά θ᾽ οἷον ἐντραγεῖν, ἀκανθυλλίδας,
<καὶ> βιττάκους, σπινίδια, κερχνῇδας
τά τ᾽ ἄλλ᾽ ἅττ᾽ ἂν ἐπιτύχῃς.