previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Φιλόχορος δέ φησιν FHG I 387' 'ὅτι οἱ πίνοντες οὐ μόνον ἑαυτοὺς ἐμφανίζουσιν οἵτινές εἰσιν, ἀλλὰ καὶ τῶν ἄλλων ἕκαστον ἀνακαλύπτουσι παρρησίαν ἄγοντες. ὅθενοἶνος καὶ ἀλήθεια᾽ Alcaei fr. 57' 'λέγεται καὶἀνδρὸς δ᾽ <οἶνος> ἔδειξε νόον᾽ Theogn. 500' 'καὶ τὸ νικητήριον ἐν Διονύσου τρίπους. καὶ γὰρ ἐκ τρίποδος λέγειν φαμὲν τοὺς ἀληθεύοντας: δεῖ δὲ νοεῖν τρίποδα τοῦ Διονύσου τὸν κρατῆρα. ἦν γὰρ τὸ ἀρχαῖον δύο γένη τριπόδων, οὓς καλεῖσθαι λέβητας συνέβαινεν ἀμφοτέρους: ἐμπυριβήτης καὶ λοετροχόος. Αἰσχύλος fr. 1 N':'
τὸν μὲν τρίπους ἐδέξατ᾽ οἰκεῖος λέβης
αἰεὶ φυλάσσων τὴν ὑπὲρ πυρὸς στάσιν.
δ᾽ ἕτερος κρατὴρ καλούμενος. Ὅμηρος Il. 9.122':' ‘ἕπτ᾽ ἀπύρους τρίποδας.' ἐν τούτοις δὲ τὸν οἶνον ἐκίρνων: καὶ οὗτός ἐστιν τῆς ἀληθείας [οἰκεῖος] τρίπους. διὸ Ἀπόλλωνος μὲν οἰκεῖος διὰ τὴν ἐκ μαντικῆς ἀλήθειαν, Διονύσου δὲ διὰ τὴν ἐν μέθῃ. Σῆμος δ᾽ Δήλιός φησι FHG IV 495':' ‘τρίπους χαλκοῦς, οὐχ Πυθικός, ἀλλ᾽ ὃν νῦν λέβητα καλοῦσιν. οὗτοι δ᾽ ἦσαν οἳ μὲν ἄπυροι, εἰς οὓς τὸν οἶνον εἰσεκεράννυον, οἳ δὲ λοετροχόοι, ἐν οἷς τὸ ὕδωρ ἐθέρμαινον, καὶ ἐμπυριβῆται. καὶ τούτων ἔνιοι ὠτώεντες, τρίποδα δὲ τὴν ὑπόβασιν ἔχοντες τρίποδες ὠνομάζοντο.'
φησί που Ἔφιππος II 263 K':'
οἴνου σε πλῆθος πόλλ᾽ ἀναγκάζει λαλεῖν.
Β. οὐκοῦν μεθύοντάς φασι τἀληθῆ λέγειν.
Ἀντιφάνης II 114 K':'
κρύψαι, Φειδία,
ἅπαντα τἄλλα τις δύναιτ᾽ ἂν πλὴν δυοῖν,
οἶνόν τε πίνων εἰς ἔρωτά τ᾽ ἐμπεσών.
ἀμφότερα μηνύει γὰρ ἀπὸ τῶν βλεμμάτων
καὶ τῶν λόγων ταῦθ᾽: ὥστε τοὺς ἀρνουμένους,
μάλιστα τούτους .... καταφανεῖς ποιεῖ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
hide References (1 total)
  • Cross-references from this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: