ἔλαθον γενόμενος οὗ τὸ πρᾶγμ᾽ ἠβούλετο.
κατὰ χειρὸς ἐδόθη: τὴν τράπεζαν ἧκ᾽ ἔχων,
ἐφ᾽ ἧς ἐπέκειτ᾽ οὐ τυρὸς οὐδ᾽ ἐλαῶν γένη
οὐδὲ παρέχουσαι κνῖσαν ἡμῖν πλείονα
παροψίδες καὶ λῆρος, ἀλλὰ παρετέθη
ὑπερηφάνως ὄζουσα τῶν Ὡρῶν λοπάς,
τὸ τοῦ πόλου τοῦ παντὸς ἡμισφαίριον.
ἅπαντ᾽ ἐνῆν τἀκεῖ γὰρ ἐν ταύτῃ καλά,
ἰχθῦς, ἔριφοι, διέτρεχε τούτων σκορπίος,
ὑπέφαινεν ᾠῶν ἡμίτομα τοὺς ἀστέρας.
ἐπεβάλομεν τὰς χεῖρας. ὃ μὲν ἐμοὶ λαλῶν
ἅμα καὶ διανεύων ἠσχολεῖθ᾽: ὁ πᾶς δ᾽ ἀγὼν
ἐπ᾽ ἐμὲ κατήντα. τὸ πέρας οὐκ ἀνῆχ᾽ ἕως
τὴν λοπάδ᾽ ὀρύττων ἀποδέδειχα κόσκινον.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Ἄλεξις ὁ χαρίεις πρόπομα ὅλον παρατίθησι
τοῖς διακρίνειν δυναμένοις ῾II 392 K':'
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.