previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ΚΟΛΟΚΥΝΤΑΙ. Εὐθύδημος <> Ἀθηναῖος ἐν τῷ περὶ λαχάνων σικύαν Ἰνδικὴν καλεῖ τὴν κολοκύντην διὰ τὸ κεκομίσθαι τὸ σπέρμα ἐκ τῆς Ἰνδικῆς. Μεγαλοπολῖται δ᾽ αὐτὴν σικυωνίαν ὀνομάζουσι. Θεόφραστος δὲ τῶν κολοκυντῶν φησιν h. pl. 7, 4, 6' 'οὐκ εἶναι ἐν μέρει ἰδέας, ἀλλ᾽ εἶναι τὰς μὲν βελτίους, τὰς δὲ χείρους. Μηνόδωρος δ᾽ Ἐρασιστράτειος, Ἱκεσίου φίλοςτῶν κολοκυντῶν, φησίν, μὲν Ἰνδική, καὶ αὐτὴ καὶ σικύα, δὲ κολοκύντη. καὶ μὲν Ἰνδικὴ κατὰ τὸ πλεῖστον ἕψεται, δὲ κολοκύντη καὶ ὀπτᾶται.' ἄχρι δὲ τοῦ νῦν λέγεσθαι παρὰ Κνιδίοις τὰς κολοκύντας Ἰνδικάς. Ἑλλησπόντιοι δὲ σικύας μὲν τὰς μακρὰς καλοῦσι, κολοκύντας δὲ τὰς περιφερεῖς. Διοκλῆς δὲ κολοκύντας μὲν καλλίστας γίνεσθαι περὶ Μαγνησίαν, προσέτι τε γογγύλην ὑπερμεγέθη γλυκεῖαν καὶ εὐστόμαχον, ἐν Ἀντιοχείᾳ δὲ σικυόν, ἐν δὲ Σμύρνῃ καὶ Γαλατίᾳ θρίδακα, πήγανον δ᾽ ἐν Μύροις. Δίφιλος δέ φησιν: ‘ δὲ κολοκύντη ὀλιγότροφός ἐστι καὶ εὔφθαρτος καὶ ὑγραντικὴ τῆς ἕξεως καὶ εὐέκκριτος, εὔχυλος. εὐστομαχωτέρα δ᾽ ἐστὶν δι᾽ ὕδατος καὶ ὄξους λαμβανομένη, εὐχυλοτέρα δὲ ἀρτυτή. λεπτυντικωτέρα δ᾽ ἐστὶν μετὰ νάπυος, εὐπεπτοτέρα δὲ καὶ εὐεκκριτωτέρα κάθεφθος.' Μνησίθεος δέ φησιν: ‘ὅσα εὐφυῶς διάκειται πρὸς τὴν τοῦ πυρὸς κατεργασίαν, οἷον τε σικυὸς καὶ κολοκύντη καὶ μῆλα Κυδώνια καὶ στρουθία καὶ εἴ τι τοιοῦτον, ταῦθ᾽ ὅταν προσενεχθῇ πυρωθέντα, δίδωσι τῷ σώματι τροφὴν οὐ πολλὴν μέν, ἄλυπον δὲ καὶ μᾶλλον ὑγράν. ἐστὶ δὲ καὶ ταῦτα τῆς κοιλίας ἐφεκτικὰ πάντα. δεῖ δὲ αὐτὰ λαμβάνειν ἑφθὰ μᾶλλον.' Ἀττικοὶ δὲ μόνως καλοῦσιν αὐτὴν κολοκύντην. Ἕρμιππος I 248 K':'
τὴν κεφαλὴν ὅσην ἔχει:
ὅσην κολοκύντην.
Φρύνιχος ὑποκοριστικῶς I 386 K':'
μαζίου τι μικρὸν κολοκυντίου.
Ἐπίχαρμος p. 275 L':'
ὑγιώτερόν θήν ἐστι κολοκύντας πολύ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: