Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ΩΙΑ.
Ἀναξαγόρας ἐν τοῖς Φυσικοῖς ῾cf. p. 183
Schaubach' '
τὸ καλούμενόν φησιν ὄρνιθος γάλα τὸ ἐν
τοῖς ᾠοῖς εἶναι λευκόν.
Ἀριστοφάνης ῾av. 695':' ‘
τίκτει
πρῶτον ὑπηνέμιον ᾠὸν Νύξ.'
Σαπφὼ δ᾽ αὐτὸ τρισυλλάβως καλεῖ ῾fr. 56 B4':'
φασὶ δή ποτε Λήδαν ὤιον εὑρεῖν.
καὶ πάλιν ῾fr. 112':'
ὠίου πολὺ λευκότερον.
ὤεα δ᾽ ἔφη Ἐπίχαρμος ῾p. 280 L':'
ὤεα χανὸς κἀλεκτορίδων πετεηνῶν.
Σιμωνίδης ἐν δευτέρῳ ἰάμβων ῾fr. 11 B4':'
οἷόν τε χηνὸς ὤεον Μαιανδρίου.
διὰ τεσσάρων δ᾽ αὐτὰ προενήνεκται Ἀναξανδρίδης
ὠάρια εἰπών ῾II 163 K'.'
καὶ Ἔφιππος:
σταμνάριά τ᾽ οἴνου μικρὰ τοῦ Φοινικίνου,
ᾠάρια, τοιαῦθ᾽ ἕτερα πολλὰ παίγνια.
Ἄλεξις δὲ ἡμίτομά που ᾠῶν λέγει ῾II 392 fr. 261, 10 K'.'
ᾠὰ δὲ οὐ μόνον ἀνεμιαῖα ἐκάλουν,
ἀλλὰ καὶ ὑπηνέμια. ‘
ἐκάλουν δὲ καὶ τὰ νῦν τῶν οἰκιῶν παρ᾽ ἡμῖν
καλούμενα ὑπερῷα ᾠά᾽,
φησὶ Κλέαρχος ἐν Ἐρωτικοῖς ῾FHG II 316','
τὴν Ἑλένην φάσκων ἐν τοιούτοις
οἰκήμασι τρεφομένην δόξαν ἀπενέγκασθαι παρὰ πολλοῖς ὡς ἐξ ᾠοῦ εἴη γεγεννημένη.
οὐκ εὖ δὲ Νεοκλῆς
ὁ Κροτωνιάτης ἔφη ἀπὸ τῆς σελήνης πεσεῖν τὸ ᾠὸν
ἐξ οὗ τὴν Ἑλένην γεννηθῆναι:
τὰς γὰρ σεληνίτιδας
γυναῖκας ᾠοτοκεῖν καὶ τοὺς ἐκεῖ γεννωμένους πεντεκαιδεκαπλασίονας ἡμῶν εἶναι,
ὡς Ἡρόδωρος ὁ Ἡρακλεώτης ἱστορεῖ ῾FHG II 35'.'
Ἴβυκος δὲ ἐν πέμπτῳ
μελῶν περὶ Μολιονιδῶν φησι ῾fr. 16 B4':'
τούς τε λευκίππους κόρους
τέκνα Μολιόνας κτάνον,
ἅλικας, ἰσοκεφάλους, ἑνιγυίους,
ἀμφοτέρους γεγαῶτας ἐν ὠέῳ
ἀργυρέῳ.
Ἔφιππος ῾II 255 fr. 8, 3 K':'
ἴτρια, τραγήματα ..., πυραμοῦς, ἄμης,
ᾠῶν ἑκατόμβη: πάντα ταῦτ᾽ ἐχναύομεν.
ᾠῶν δὲ ῥοφητῶν μνημονεύει Νικόμαχος ῾IV 587 M':'
οὐσίδιον [γάρ] μοι καταλιπόντος τοῦ πατρός,
οὕτω συνεστρόγγυλα κἀξεκόκκισα
ἐν μησὶν ὀλίγοις ὥσπερ ᾠόν τις ῥοφῶν.
χηνείων δ᾽ ᾠῶν Ἔριφος ῾II 430 K':'
ᾠὰ λευκά γε
καὶ μεγάλα: Β. χήνει᾽ ἐστίν, ὥς γ᾽ ἐμοὶ δοκεῖ:
οὗτος δέ φησι ταῦτα τὴν Λήδαν τεκεῖν.
Ἐπαίνετος δὲ καὶ Ἡρακλείδης ὁ Συρακούσιος ἐν
Ὀψαρτυτικῷ τῶν ᾠῶν φασι πρωτεύειν τὰ τῶν ταῶν:
μεθ᾽ ἃ εἶναι τὰ χηναλωπέκεια:
τρίτα καταλέγοντες τὰ
ὀρνίθεια.