οὐ γάρ τοι σύ γε πρῶτος <ἄκλητος> φοιτᾷς ἐπὶτὸ δὲ ὀξύπεινος παρὰ Διφίλῳ ῾II 572 K':'
δεῖπνον ἄνηστις.
τέρπομαι γυμνοὺς ὁρῶνκαὶ Ἀντιφάνης ῾II 124 K':'
τοὺς ὀξυπείνους καὶ πρὸ τῶν καιρῶν ἀεὶ
πάντ᾽ εἰδέναι σπεύδοντας.
ἓν νόσημα τοῦτ᾽ ἔχει:καὶ Εὔβουλος ῾II 167 K':'
ἀεὶ γὰρ ὀξύπεινός ἐστι. Β. Θετταλὸν
λέγει κομιδῇ τὸν ἄνδρα.
Ζῆθον μὲν ἐλθόνθ᾽ ἁγνὸν ἐς Θήβης πέδον
οἰκεῖν κελεύει: καὶ γὰρ ἀξιωτέρους
πωλοῦσιν, ὡς ἔοικε, τοὺς ἄρτους ἐκεῖ:
ὃ δ᾽ ὀξύπεινος. τὸν δὲ μουσικώτατον
κλεινὰς Ἀθήνας ἐκπερᾶν Ἀμφίονα:
οὗ ῥᾷστ᾽ ἀεὶ πεινῶσι Κεκροπιδῶν κόροι
κάπτοντες αὔρας, ἐλπίδας σιτούμενοι.