<καὶ νιγ>λάρους θρηνεῖν, ἐν οἷσι Λάμπρος ἐναπέθνῃσκεν,Μάχων δ᾽ ὁ κωμικὸς ὑδροπότου Μοσχίωνος μέμνηται ῾VI 246 b'.'
ἄνθρωπος <ὢν> ὑδατοπότης, μινυρὸς ὑπερσοφιστής,
Μουσῶν σκελετός, ἀηδόνων ἠπίαλος, ὕμνος Ἅιδου.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ὅτι Φύλαρχός φησι ῾FHG I 337' 'Θεόδωρον τὸν
Λαρισσαῖον ὑδροπότην γενέσθαι, τὸν ἀλλοτρίως ἀεί
ποτε πρὸς Ἀντίγονον ἐσχηκότα τὸν βασιλέα. φησὶ δὲ
καὶ <ἐν τῇ ζ#> τοὺς Ἴβηρας πάντας ὑδροποτεῖν καίτοι
πλουσιωτάτους ἀνθρώπων ὄντας, μονοσιτεῖν τε αὐτοὺς
ἀεὶ λέγει διὰ μικρολογίαν, ἐσθῆτας δὲ φορεῖν πολυτελεστάτας. Ἀριστοτέλης δ᾽ ῾p. 562 R' 'ἢ Θεόφραστος
Φιλῖνόν τινα ἱστορεῖ μήτε ποτῷ χρήσασθαί ποτε μήτε
ἐδέσματι ἄλλῳ ἢ μόνῳ γάλακτι πάντα τὸν βίον. Πύθερμος δὲ ῾FHG IV 488' 'ἐν τοῖς Πειραιῶς τυραννεύουσι καταγράφει καὶ Γλαύκωνα ὑδροπότην. Ἡγήσανδρος δ᾽ ὁ Δελφὸς Ἀγχίμολον καὶ Μόσχον φησὶ ῾FHG
IV 418' 'τοὺς ἐν Ἤλιδι σοφιστεύσαντας ὑδροποτῆσαι
πάντα τὸν βίον καὶ μόνα σῦκα προσφερομένους οὐδενὸς ἧττον διακεῖσθαι σώμασιν ἐρρωμενεστέρους: τὸν
δ᾽ ἱδρῶτα [αὐτῶν] δυσώδη οὕτως ἔχειν ὡς πάντας
αὐτοὺς ἐκκλίνειν ἐν τοῖς βαλανείοις. Μᾶτρις δ᾽ ὁ
Θηβαῖος ὃν ἐβίω χρόνον οὐδὲν ἐσιτεῖτο ἢ μυρρίνης
ὀλίγον, οἴνου δὲ καὶ τῶν ἄλλων πάντων ἀπείχετο πλὴν
ὕδατος. ὑδροπότης δ᾽ ἦν καὶ Λάμπρος ὁ μουσικός,
περὶ οὗ Φρύνιχός φησι ῾I 388 K':'
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.