οἷα δ᾽ ἡ χώρα φέρεικωμῳδιοποιὸς ῾II 214 K' 'εἰρηκέναι Χαιρήμονα τὸν τραγικόν ῾p. 611 N':'
διαφέροντα πάσης, Ἱππόνικε, τῆς οἰκουμένης,
τὸ μέλι, τοὺς ἄρτους, τὰ σῦκα. Β. σῦκα μέν, νὴ
τὸν Δία,
πάνυ φέρει. Α. βοσκήματ᾽, ἔρια, μύρτα, θύμα,
πυρούς, ὕδωρ,
ὥστε καὶ γνοίην ἂν εὐθὺς Ἀττικὸν πίνων ὕδωρ.
τὸ ὕδωρ ποταμοῦ σῶμά φησί που Εὔβουλος ὁ
ἐπεὶ δὲ σηκῶν περιβολὰς ἠμείψαμενκαὶ ἡμῶν δὲ πᾶσα δύναμις ἐξ ὑδάτων ἄρδεται. ἐν Τήνῳ κρήνη ἐστὶν ἧς τῷ ὕδατι οἶνος οὐ μίγνυται. Ἡρόδοτος δὲ ἐν τετάρτῃ ῾c. 52' 'τὸν Ὕπανίν φησιν ἀπὸ μὲν τῶν πηγῶν φερόμενον ἐπὶ πέντε ἡμέρας βραχὺν εἶναι καὶ γλυκύν, μετὰ δὲ ἄλλων τεσσάρων ἡμερῶν πλόον πικρὸν γίνεσθαι ἐκδιδούσης εἰς αὐτὸν κρήνης τινὸς πικρᾶς. Θεόπομπος ῾FGH I 316' 'δέ φησι περὶ τὸν Ἐριγῶνα ποταμὸν ὀξὺ εἶναι ὕδωρ καὶ τοὺς πίνοντας αὐτὸ μεθύσκεσθαι καθὰ καὶ τοὺς τὸν οἶνον.
ὕδωρ τε ποταμοῦ σῶμα διεπεράσαμεν.