previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τῶν δὲ πολλῶν τὸ ἰὴ παιὼν ἐπιφθεγγομένων Ποντιανὸς ἔφη: ‘τὸ ἰὴ παιών, ἄνδρες φίλοι, μαθεῖν βούλομαι εἴτε παροιμία ἐστὶν εἴτε ἐφύμνιον εἴτε τι ἄλλο.' πρὸς ὃν Δημόκριτος ἔφη: ‘Κλέαρχος Σολεὺς οὐδενὸς ὢν δεύτερος τῶν τοῦ σοφοῦ Ἀριστοτέλους μαθητῶν ἐν τῷ προτέρῳ περὶ Παροιμιῶν FHG II 318' 'τὴν Λητώ φησιν ἐκ Χαλκίδος τῆς Εὐβοίας ἀνακομίζουσαν εἰς Δελφοὺς Ἀπόλλωνα καὶ Ἄρτεμιν γενέσθαι περὶ τὸ τοῦ κληθέντος Πύθωνος σπήλαιον. καὶ φερομένου τοῦ Πύθωνος ἐπ᾽ αὐτοὺς Λητὼ τῶν παίδων τὸν ἕτερον ἐν ταῖς ἀγκάλαις ἔχουσα, ἐπιβᾶσα τῷ λίθῳ τῷ νῦν ἔτι κειμένῳ ὑπὸ τῷ ποδὶ τῆς χαλκῆς εἰργασμένης Λητοῦς, τῆς τότε πράξεως μίμημα γενόμενον ἀνάκειται παρὰ τὴν πλάτανον ἐν Δελφοῖς, εἶπενἵε παῖ.' τυχεῖν δὲ τόξα μετὰ χεῖρας ἔχοντα τὸν Ἀπόλλωνα. τοῦτο δ᾽ ἐστὶν ὡς ἂν εἴποι τιςἄφιε παῖ᾽ καὶβάλε παῖ.' διόπερ ἀπὸ τούτου λεχθῆναί φασιν τὸ ἵε παῖ καὶ ἵε παιών. ἔνιοι δὲ παρεγκλίνοντές τε τὴν λέξιν καὶ <ψιλοῦντες> ἐπὶ τοῖς δεινοῖς ἀλεξητήριόν τινα παροιμίαν λέγουσινἰὴ παιών᾽ καὶ οὐχὶἵε παῖ.' πολλοὶ δὲ καὶ ἐπὶ τοῖς τέλος ἔχουσιν ἐπιφθεγγόμενοι οἳ μὲν ἐν παροιμίᾳ φασὶν οὕτως τοῦτο δὴ τὸ λεγόμενονἰὴ παιών,' διὰ δὲ τὸ λίαν ἡμῖν εἶναι σύνηθες λανθάνον ὂν ἐν παροιμίᾳ. οἳ δὲ τὸ τοιοῦτο λέγοντες οὐχ ὡς παροιμίαν ... τὸ δὲ ὑφ᾽ Ἡρακλείδου τοῦ Ποντικοῦ λεχθὲν φανερῶς πέπλασται, ἐπὶ σπονδαῖς τοῦτο πρῶτον εἰς τρὶς εἰπεῖν τὸν θεὸν οὕτωςἵη παιάν ἵη παιών.' ἐκ ταύτης γὰρ τῆς πίστεως τὸ τρίμετρον καλούμενον ἀνατίθησι τῷ θεῷ, φάσκων τοῦ θεοῦ τοῦθ᾽ ἑκάτερον εἶναι τῶν μέτρων, ὅτι μακρῶν μὲν τῶν πρώτων δύο συλλαβῶν λεγομένωνἰὴ παιάν᾽ ἡρῷον γίνεται, βραχέων δὲ [λεχθεισῶν] ἰαμβεῖον: διὰ δὲ τοῦτο δῆλον ὅτι καὶ τὸν χωλίαμβον ἀναθετέον αὐτῷ. βραχειῶν γὰρ γινομένων εἰ δύο τὰς ἁπασῶν τελευταίας συλλαβὰς εἰς μακρὰν ποιήσει τις, Ἱππώνακτος ἴαμβος ἔσται.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: