previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Φερεκράτης δὲ ἐν Κραπατάλλοις τὴν νῦν λυχνίαν καλουμένην λύχνειον κέκληκεν διὰ τούτων I 169 K':'
τίς τῶν λυχνείων 'ργασία; Β. Τυρρηνική.
ποικίλαι γὰρ ἦσαν αἱ παρὰ τοῖς Τυρρηνοῖς ἐργασίαι, φιλοτέχνων ὄντων τῶν Τυρρηνῶν. Ἀντιφάνης δ᾽ Ἱππεῦσι II 54 K':'
τῶν δ᾽ ἀκοντίων
συνδοῦντες ὀρθὰ τρία λυχνείῳ χρώμεθα.
Δίφιλος δ᾽ ἐν Ἀγνοίᾳ ib. 541':'
ἅψαντες λύχνον
λυχνεῖον ἐζητοῦμεν.
Εὐφορίων δ᾽ ἐν Ἱστορικοῖς Ὑπομνήμασιν fr. 24 M' 'Διονύσιόν φησι τὸν νεώτερον Σικελίας τύραννον Ταραντίνοις εἰς τὸ πρυτανεῖον ἀναθεῖναι λυχνεῖον δυνάμενον καίειν τοσούτους λύχνους ὅσος τῶν ἡμερῶν ἐστιν ἀριθμὸς εἰς τὸν ἐνιαυτόν. Ἕρμιππος δὲ κωμῳδιοποιὸς ἐν Ἰάμβοις I 248 K' 'τὸ στρατιωτικὸν λυχνεῖον σύνθετον οὕτως ὀνομάζει. ἐν δὲ Φορμοφόροις δράματι ib. 243':'
τῇδ᾽ ἐξιόντι δεξιᾷ, λυχνίδιον.
πανὸς δ᾽ ὀνομάζεται τὸ διακεκομμένον ξύλον καὶ συνδεδεμένον: τούτῳ δ᾽ ἐχρῶντο λαμπάδι. Μένανδρος Ἀνεψιοῖς III 21 K':'
<οἶσ᾽> εἰσιὼν
πανόν, λύχνον, λυχνοῦχον, τι πάρεστι: φῶς
μόνον πολὺ ποίει.
Δίφιλος Στρατιώτῃ II 542 K':'
ἀλλ᾽ πανὸς ὕδατός ἐστι μεστός.
πρότερος δὲ τούτων Αἰσχύλος ἐν Ἀγαμέμνονι μέμνηται %5 τοῦ πανοῦ 296' '<καὶ Εὐριπίδης> %5 ἐν Ἴωνι 195'.' ἔλεγ<ον δὲ τοῦτον οἱ> %5 πρὸ ἡμῶν κ<αὶ ξυλολυχνοῦ-> %5 χον, οὗ μνη<μονεύει Ἄλεξις> %5 ἐν Εἰσοικιζ<ομένῳ οὕτως> II 408 K':' fol. 371r pag. b, inde a v. 6

δὲ ξυλο<λυχνοῦχος ....

πυρὸς

ν̣ὶ

χ

ο

κ<.......... μνημο->

νε<ύει δὲ Θεόπομπος ἐν Εἰρήν< λέγων οὑτωσί I 735 K':' ‘ἡμᾶς δ᾽ ἀ->

παλ<λαχθέντας ἐπ᾽ ἀγαθαῖς>

τύχα<ις ὀβελισκολυχνίου>

καὶ ξ<ιφομαχαίρας πικρᾶς>

επακ

επις1

ασελ

ωτι

πῶς μεν δαίν γωδ ὀισπ φη ενο νειμ απτ Φιλύ<λλιος I 788 K' 'π δι λα φ φ τ ξ δ . . .

fol. 371v pag. a

ὡς ἐβάδιζον δαίδας> μετὰ χερσὶν ἔχοντεσ᾽.> δὲ τῶν ἄλλων

έμενον ἔν

δέοι κατα

ὅπερ ἔτι . ρων

ιη

.

.

.

.

.

.

κάν

ῆι ο φησὶ

λεί

οδω ι εἰς1

ωλι δ᾽ ενι

λύ

υθέ

υτί

όν

ῆς1

εκ

ου

ψη

χρυ

αφά

ει:

ον

υ

διμύ>ξου

ει

ς1

αῖ

.

α

.

.

ξυλολύχνου δὲ μέμνηται Ἄλεξις supra p. 553, 6':' καὶ τάχα τούτῳ ὅμοιόν ἐστι τὸ παρὰ Θεοπόμπῳ ὀβελισκόλυχνον sic'.' Φιλύλλιος δὲ supra p. 554, 9' 'τὰς λαμπάδας δᾷδας καλεῖ. οὐ παλαιὸν δ᾽ εὕρημα λύχνος: φλογὶ δ᾽ οἱ παλαιοὶ τῆς τε δᾳδὸς καὶ τῶν ἄλλων ξύλων ἐχρῶντο. ‘κοιμίσαι λύχνον᾽ Φρύνιχος φησί I 377 K'.' Νίκανδρος δ᾽ Κολοφώνιος κτλ᾽ cf. p. 701 a'

.......... σω καὶ θρυαλλίδ᾽, ἢν δέῃ. καὶ Πλάτων ἐν Νυκτὶ μακρᾷ I 624 K':'

ἐνταῦθ᾽ ἐπ᾽ ἄκρων τῶν κροτάφων ἕξει λύχνον

δίμυξον. μνημονεύει τοῦ διμύξου λύχνου καὶ Μεταγένης ἐν Φιλοθύτῃ ib. 708' 'καὶ Φιλωνίδης ἐν Κοθόρνοις ib. 255'.' Κλείταρχος δ᾽ ἐν ταῖς Γλώσσαις λοφνίδα φησὶ καλεῖν Ῥοδίους τὴν ἐκ τοῦ φλοιοῦ τῆς ἀμπέλου λαμπάδα. Ὅμηρος δὲ τὰς λαμπάδας δετὰς ὀνομάζει Il. 11.554':'

καιόμεναί τε δεταί, τάς τε τρεῖ ἐσσύμενός περ. ἑλάνη δὲ λαμπὰς καλεῖται, ὡς Ἀμερίας φησίν. Νίκανδρος δ᾽ Κολοφώνιος fr. 89 Schn' 'ἑλάνην τὴν τῶν καλάμων δέσμην. λύχνα δὲ οὐδετέρως εἴρηκεν Ἡρόδοτος ἐν δευτέρᾳ Ἱστοριῶν c. 62'.' λυχνοκαυτίαν δὲ ἣν οἱ πολλοὶ λέγουσιν λυχναψίαν Κηφισόδωρος ἐν Ὑί I 802 K'.'

καὶ Κύνουλκος αἰεί ποτε τῷ Οὐλπιανῷ ἀντικορυσσόμενος ἔφη: ‘ἐμοὶ δέ, παῖ δωρόδειπνε, ἀσσαρίου κανδήλας πρίω, ἵνα κἀγὼ κατὰ τὸν καλὸν Ἀγάθωνα fr. 15 N' 'ἀναφωνήσω τάδε τὰ τοῦ ἡδίστου Ἀριστοφάνους I 544 K':'

ἐκφέρετε πεύκας κατ᾽ Ἀγάθωνα φωσφόρους.' καὶ ταῦτ᾽ εἰπὼν

οὐρὰν ὑπίλας ὑπὸ λεοντόπουν βάσιν Eur. fr. 540 N','
ὑπεξῆλθεν τοῦ συμποσίου ὑπνηλὸς κάρτα γενόμενος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
hide References (1 total)
  • Cross-references from this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: