previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐγὼ μὲν οὐκ οἶδα εἴ τίς τι κατιδεῖν ἐν τούτοις δύναται παιανικὸν ἰδίωμα, σαφῶς ὁμολογοῦντος τοῦ γεγραφότος τετελευτηκέναι τὸν Ἑρμείαν δι᾽ ὧν εἴρηκενσᾶς γὰρ φιλίου μορφᾶς Ἀταρνέος ἔντροφος ἠελίου χήρωσεν αὐγάς.' οὐκ ἔχει δ᾽ οὐδὲ τὸ παιανικὸν ἐπίρρημα, καθάπερ εἰς Λύσανδρον τὸν Σπαρτιάτην γραφεὶς ὄντως παιάν, ὅν φησι Δοῦρις ἐν τοῖς Σαμίων ἐπιγραφομένοις Ὥροις FHG II 485' 'ᾁδεσθαι ἐν Σάμῳ. παιὰν δ᾽ ἐστὶν καὶ εἰς Κρατερὸν τὸν Μακεδόνα γραφείς, ὃν ἐτεκτήνατο Ἀλεξῖνος διαλεκτικός, φησὶν Ἕρμιππος Καλλιμάχειος ἐν τῷ πρώτῳ περὶ Ἀριστοτέλους FHG III 46'.' ᾁδεται δὲ καὶ οὗτος ἐν Δελφοῖς, λυρίζοντός γέ τινος παιδός. καὶ εἰς Ἀγήμονα δὲ τὸν Κορίνθιον Ἀλκυόνης πατέρα, ὃν ᾁδουσιν Κορίνθιοι, ἔχει τὸ παιανικὸν ἐπίφθεγμα. παρέθετο δ᾽ αὐτὸν Πολέμων περιηγητὴς ἐν τῇ πρὸς Ἀράνθιον Ἐπιστολῇ fr. 76 Pr'.' καὶ εἰς Πτολεμαῖον δὲ τὸν πρῶτον Αἰγύπτου βασιλεύσαντα παιάν ἐστιν, ὃν ᾁδουσιν Ῥόδιοι: ἔχει γὰρ τὸ ἰηπαιὰν ἐπίφθεγμα, ὥς φησιν Γόργων ἐν τῷ Περὶ τῶν ἐν Ῥόδῳ θυσιῶν. ἐπ᾽ Ἀντιγόνῳ δὲ καὶ Δημητρίῳ φησὶν Φιλόχορος FHG I 408' 'Ἀθηναίους ᾁδειν παιᾶνας τοὺς πεποιημένους ὑπὸ Ἑρμίππου τοῦ Κυζικηνοῦ, ἐφαμίλλων γενομένων τῶν παιᾶνας ποιησάντων .. καὶ τοῦ Ἑρμοκλέους προκριθέντος. ἀλλὰ μὴν καὶ αὐτὸς Ἀριστοτέλης ἐν τῇ Ἀπολογίᾳ τῆς ἀσεβείας fr. 592 R',' εἰ μὴ κατέψευσται λόγος, φησίν: ‘οὐ γὰρ ἄν ποτε Ἑρμείᾳ θύειν ὡς ἀθανάτῳ προαιρούμενος ὡς θνητῷ μνῆμα κατεσκεύαζον καὶ ἀθανατίζειν τὴν φύσιν βουλόμενος ἐπιταφίοις ἂν τιμαῖς ἐκόσμησα τὸ <σῶμα>.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: