previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τούτων λεχθέντων Δημόκριτος ἔφη: ‘ἀλλὰ μὴν καὶ τὸ ὑπὸ τοῦ πολυμαθεστάτου γραφὲν Ἀριστοτέλους εἰς Ἑρμείαν τὸν Ἀταρνέα οὐ παιάν ἐστιν, ὡς τὴν τῆς ἀσεβείας κατὰ τοῦ φιλοσόφου γραφὴν ἀπενεγκάμενος Δημόφιλος εἰς αἰδωτε παρασκευασθεὶς ὑπ᾽ Εὐρυμέδοντος, ὡς ἀσεβοῦντος καὶ ᾁδοντος ἐν τοῖς συσσιτίοις ὁσημέραι εἰς τὸν Ἑρμείαν παιᾶνα. ὅτι δὲ παιᾶνος οὐδεμίαν ἔμφασιν παρέχει τὸ ἆσμα, ἀλλὰ τῶν σκολίων ἕν τι καὶ αὐτὸ εἶδός ἐστιν ἐξ αὐτῆς τῆς λέξεως φανερὸν ὑμῖν ποιήσω fr. 6 B':'
Ἀρετὰ πολύμοχθε γένει βροτείῳ,
θήραμα κάλλιστον βίῳ,
σᾶς πέρι, παρθένε, μορφᾶς
καὶ θανεῖν ζηλωτὸς ἐν Ἑλλάδι πότμος
καὶ πόνους τλῆναι μαλεροὺς ἀκάμαντας:
τοῖον ἐπὶ φρένα βάλλεις
καρπόν τ᾽ ἀθάνατον χρυσοῦ τε κρείσσω
καὶ γονέων μαλακαυγήτοιό θ᾽ ὕπνου.
σεῦ δ᾽ ἕνεχ᾽ οὑκ Διὸς Ἡρακλέης Λήδας τε κοῦροι
πόλλ᾽ ἀνέτλασαν ἔργοις σὰν ἀγρεύοντες δύναμιν.
σοῖς δὲ πόθοις Ἀχιλεὺς Αἴας τ᾽ Ἀίδα δόμον ἦλθον.
σᾶς δ᾽ ἕνεκεν φιλίου μορφᾶς καὶ Ἀταρνέος ἔντροφος
ἠελίου χήρωσεν αὐγάς.
τοιγὰρ ἀοίδιμον ἔργοις ἀθάνατόν τέ μιν αὐξήσουσι
Μοῦσαι,
Μνημοσύνης θύγατρες, Διὸς ξενίου σέβας αὔξουσαι
φιλίας τε γέρας βεβαίας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: