εὖτε τὴν ἀπ᾽ ἀγκύλης ἵησι τοῖσδε τοῖς νεανίαις,καὶ Αἰσχύλος δ᾽ ἐν Ὀστολόγοις ἀγκυλητοὺς λέγει κοττάβους διὰ τούτων ῾fr. 179 N':'
λευκὸν ἀντείνασα πῆχυν.
Εὐρύμαχος, οὐ γὰρ ἄλλος, οὐδὲν ἧσσον ...ὅτι δὲ ἆθλον προὔκειτο τῷ εὖ προεμένῳ τὸν κότταβον προείρηκε μὲν καὶ ὁ Ἀντιφάνης ῾cf. p. 666f':' ᾠὰ γάρ ἐστι καὶ πεμμάτια καὶ τραγήματα. ὁμοίως δὲ διεξέρχονται Κηφισόδωρος ἐν Τροφωνίῳ ῾I 801 K' 'καὶ Καλλίας ἢ Διοκλῆς ἐν Κύκλωψι ῾ib. 696' 'καὶ Εὔπολις ῾ib. 278' 'Ἕρμιππός τε ἐν τοῖς Ἰάμβοις ῾ib. 247'.' τὸ δὲ καλούμενον κατακτὸν κοττάβιον τοιοῦτόν ἐστιν: λυχνίον ἐστὶν ὑψηλόν, ἔχον τὸν μάνην καλούμενον, ἐφ᾽ ὃν τὴν καταβαλλομένην ἔδει πεσεῖν πλάστιγγα, ἐντεῦθεν δὲ πίπτειν εἰς λεκάνην ὑποκειμένην πληγεῖσαν τῷ κοττάβῳ: ‘καί τις ἦν ἀκριβὴς εὐχέρεια τῆς βολῆς.' μνημονεύει δὲ τοῦ μάνου Νικοχάρης ἐν Λάκωσιν ῾ib. 772'.'
ὕβριζ᾽ ὑβρισμοὺς οὐκ ἐναισίους ἐμοί.
ἦν μὲν γὰρ αὐτῷ κότταβος ἀεὶ τοὐμὸν κάρα,
τοῦ δ᾽ ἀγκυλητοῦ κοσσάβιός ἐστι σκοπὸς
ἐκτεμὼν ἡβῶσα χεὶρ ἐφίετο.