previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τοσαῦτα καὶ περὶ μύρων ἐλέχθη. καὶ μετὰ ταῦτα πλείστων τῶν μὲν Ἀγαθοῦ Δαίμονος αἰτούντων ποτήριον, τῶν δὲ Διὸς Σωτῆρος, ἄλλων δὲ Ὑγείας καὶ ἑτέρων ἑτέρου ἐπιλεγόντων, τοὺς τούτων τῶν κράσεων μεμνημένους τῶν ποιητῶν ἔδοξεν παρατίθεσθαι, ὧν καὶ αὐτῶν μνησθήσομαι. Ἀντιφάνης μὲν γὰρ ἐν Ἀγροικίσιν ἔφη II 14 K':'
Ἁρμόδιος ἐπεκαλεῖτο, παιὰν ᾔδετο,
μεγάλην Διὸς Σωτῆρος ἄκατον ἦρέ τις.
Ἄλεξις δ᾽ ἐν Τοκιστῇ Καταψευδομένῳ ib. 382':'
ἀλλ᾽ ἔγχεον
αὐτῷ Διός γε τήνδε Σωτῆρος, θεῶν
θνητοῖς ἁπάντων χρησιμωτάτου πολύ.
Β. Ζεὺς σωτήρ, ἂν ἐγὼ διαρραγῶ,
οὐδέν μ᾽ ὀνήσει. Α. πῖθι θαρρῶν.
Νικόστρατος Πανδρόσῳ ib. 224':'
κἀγώ, φιλτάτη:
μετανιπτρίδ᾽ αὐτῷ τῆς Ὑγιείας ἔγχεον.
Β. λαβὲ τῆς Ὑγιείας δὴ σύ. Α. φέρε, τύχἀγαθῇ.
τύχη τὰ θνητῶν πράγμαθ᾽, <> πρόνοια δὲ
τυφλόν τι κἀσύντακτόν ἐστιν, πάτερ.
ἐν δὲ τῷ αὐτῷ δράματι καὶ τῆς τοῦ Ἀγαθοῦ Δαίμονος κράσεως μνημονεύει, ἧς καὶ σχεδὸν πάντες οἱ τῆς ἀρχαίας κωμῳδίας ποιηταί. ἀλλ᾽ γε Νικόστρατος οὕτως φησίν ib.':'
ἄλλ᾽ ἐγχέασα θᾶττον Ἀγαθοῦ Δαίμονος
ἀπενεγκάτω μοι τὴν τράπεζαν ἐκποδών.
ἱκανῶς κεχόρτασμαι γάρ. Ἀγαθοῦ Δαίμονος
δέχομαι. λαβοῦσ᾽ ἀπένεγκε ταύτην ἐκποδών.
Ξέναρχος ἐν Διδύμοις ib. 468':'
ὡς ὑπό τι νυστάζειν γε καὐτὸς ἄρχομαι:
τἀγαθοῦ <γὰρ> Δαίμονος συνέσεισέ με
ἄκρατος ἐκποθεῖσα φιάλη παντελῶς.
τοῦ δὲ Σωτῆρος Διὸς τάχιστά γε
ἀπώλεσε ναύτην καὶ κατεπόντωσέν μ᾽, ὁρᾷς.
Ἔριφος Μελιβοίᾳ ib. 430':'
ἐκπεπήδηκας πρὶν Ἀγαθοῦ πρῶτον Δαίμονος λαβεῖν,
πρὶν Διὸς σωτῆρος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: