previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

πρὸς θεῶν, φίλοι, ποία ἡδονή, μᾶλλον δ᾽ ὑοσαλακωνία θαἰμάτια μολύνεσθαι, ἐξὸν ταῖς χερσίν, ὥσπερ ἡμεῖς νῦν ποιοῦμεν, ἀρυσαμένους ἀλείφεσθαι πᾶν τὸ σῶμα καὶ μάλιστα τὴν κεφαλήν. φησὶν γὰρ Φιλωνίδης ἐν τῷ περὶ Μύρων καὶ Στεφάνων τὴν ἀφορμὴν τοῦ τὴν κεφαλὴν ἐν τοῖς πότοις λιπαίνειν ἐντεῦθεν γενέσθαι: τοῖς αὐχμῶσι γὰρ τὰς κεφαλὰς εἰς τὸ μετέωρον ἕλκεσθαι τὸ λαμβανόμενον: καὶ διὰ τοῦτο τῶν πυρετῶν διακαιόντων τὰ σώματα τέγγουσι τὴν κεφαλὴν ἐπιβρέγμασιν, ἵνα μὴ πρὸς τὸ ξηρόν, ταύτῃ δὲ καὶ πολύκενον, ὁρμὴν τὰ παρακείμενα λαμβάνῃ. τοῦτο δὴ λογισάμενοι καὶ ἐπὶ τῶν πότων τὴν εἰς τὸ μετέωρον τῶν οἴνων φορὰν ὑποπτεύσαντες ἐπεσπάσθησαν κεφαλὴν λιπαίνειν, ὡς ἐλάσσονος <τῆς> βίας γενησομένης, εἰ ταύτην προτέγξαιεν. προστιθεὶς δ᾽ βίος ἀεὶ τοῖς χρειώδεσιν καὶ τῶν εἰς ἀπόλαυσιν καὶ τρυφὴν ἀγόντων ἐπὶ τὴν τῶν μύρων χρῆσιν ὥρμησεν. χρηστέον οὖν, Κύνουλκε Θεόδωρε, μύροις παρὰ πότον τοῖς ἐλάχιστα καροῦν δυναμένοις, τοῖς στύφουσιν δὲ καὶ ψύχουσιν ἐπ᾽ ὀλίγον. ζητεῖ δ᾽ πολυμαθέστατος Ἀριστοτέλης ἐν τοῖς Φυσικοῖς Προβλήμασι fr. 218 R' '‘διὰ τί οἱ μυριζόμενοι πολιώτεροι; ὅτι τὸ μύρον διὰ τὰ ἀρώματα ξηραντικόν ἐστι, διὸ καὶ αὐχμηροὶ οἱ μυριζόμενοι: δὲ αὐχμὸς πολιωτέρους ποιεῖ. εἴτε γὰρ αὔανσις τριχὸς πολιὰ εἴτ᾽ ἔνδεια θερμοῦ, ξηρότης μαραίνει. διὸ καὶ τὰ πιλία θᾶττον ποιεῖ πολιούς: ἐκπίνεται γὰρ οἰκεία τῆς τριχὸς ὑγρότης.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: