previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τῷ δὲ τοῦ μύρου ὀνόματι πρῶτος Ἀρχίλοχος κέχρηται λέγων fr. 31 B':'
οὐκ ἂν μύροισι γραῦς ἐοῦσ᾽ ἠλείφετο.
καὶ ἀλλαχοῦ δ᾽ ἔφη fr. 30':'
ἐσμυρισμένας κόμας
καὶ στῆθος, ὡς ἂν καὶ γέρων ἠράσσατο.
μύρρα γὰρ σμύρνα παρ᾽ Αἰολεῦσιν, ἐπειδὴ τὰ πολλὰ τῶν μύρων διὰ σμύρνης ἐσκευάζετο καὶ γε στακτὴ καλουμένη διὰ μόνης ταύτης. δὲ Ὅμηρος τὴν μὲν χρῆσιν οἶδε τῶν μύρων, ἔλαιον δ᾽ αὐτὰ καλεῖ μετ᾽ ἐπιθέτου:

ῥοδόεντι δ᾽ ἔχριεν ἐλαίῳ.

καὶ ἀλλαχοῦ δὲ Il. 14.172' 'λέγει τι τεθυωμένον. καὶ Ἀφροδίτη δὲ παρ᾽ αὐτῷ Il. 21.186' 'τὸν Ἕκτορος νεκρὸν ῥοδόεντι ἔχριεν ἐλαίῳ ἀμβροσίῳ. καὶ τοῦτο μὲν ἐξ ἀνθέων. περὶ δὲ τοῦ ἐκ τῶν ἀρωμάτων σκευαζομένου, δὴ θυώματα ἐκάλουν, ἐπὶ τῆς Ἥρας λέγει:

ἀμβροσίῃ μὲν πρῶτον ἀπὸ χροὸς ἱμερόεντος
λύματα πάντα κάθηρεν, ἀλείψατο δὲ χρόα λευκὸν
ἀμβροσίῳ ἑανῷ, τό ῥά οἱ τεθυωμένον ἦεν:
τοῦ καὶ κινυμένοιο Διὸς ποτὶ χαλκοβατὲς δῶ
ἔμπης ἐς γαῖάν τε καὶ οὐρανὸν ἵκετ᾽ ἀυτμή.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
hide References (3 total)
  • Cross-references from this page (3):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: