previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τούτοις ἀπαντήσας Μασσούριος ἔφη: ‘ δαιμόνιε ἀνδρῶν, οὐκ οἶδας ὅτι αἱ ἐν τῷ ἐγκεφάλῳ ἡμῶν αἰσθήσεις ὀδμαῖς ἡδείαις παρηγοροῦνται προσέτι τε θεραπεύονται, καθὰ καὶ Ἄλεξίς φησιν ἐν Πονήρᾳ οὕτως II 368 K':'
ὑγιείας μέρος
μέγιστον ὀσμὰς ἐγκεφάλῳ χρηστὰς ποιεῖν.
καὶ ἀνδρειότατος δέ, προσέτι δὲ καὶ πολεμικὸς ποιητὴς Ἀλκαῖος ἔφη fr. 36 B':'
κὰδ δὲ χευάτω μύρον ἁδὺ καττῶ
στήθεος ἄμμι.
καὶ σοφὸς δὲ Ἀνακρέων λέγει που fr. 9':'
τί μὴν πέτεαι
συρίγγων κοιλώτερα
στήθεα χρισάμενος μύρῳ;
τὰ στήθη παρακελευόμενος μυροῦν, ἐν οἷς ἐστιν καρδία, ὡς καὶ ταύτης δηλονότι παρηγορουμένης τοῖς εὐώδεσι. τοῦτο δ᾽ ἔπρασσον οὐ μόνον τῆς εὐωδίας ἀπὸ τοῦ στήθους κατὰ φύσιν ἀναφερομένης ἐπὶ τὴν ὄσφρηριν, ἀλλὰ καὶ διὰ τὸ νομίζειν ἐν τῇ καρδίᾳ τὴν ψυχὴν καθιδρῦσθαι, ὡς Πραξαγόρας καὶ Φυλότιμος οἱ ἰατροὶ παραδεδώκασιν. καὶ Ὅμηρος δέ φησιν:

στῆθος δὲ πλήξας κραδίην ἠνίπαπε μύθῳ.

καί:

κραδίη δέ οἱ ἔνδον ὑλάκτει.

καί:

Ἕκτορι δ᾽ αὐτῷ θυμὸς ἐνὶ στήθεσσι πάτασσε.

δὴ καὶ σημεῖον φέρουσι τοῦ τὸ κυριώτερον τῆς ψυχῆς ἐνταῦθα κεῖσθαι: κατὰ γὰρ τὰς ἐν τοῖς φόβοις γινομένας ἀγωνίας πάλλεσθαι τὴν καρδίαν ἐπιδηλότατα συμβαίνει. καὶ Ἀγαμέμνων δέ φησιν Ὁμηρικός :

αἰνῶς γὰρ Δαναῶν πέρι δείδια, οὐδέ μοι ἦτορ
ἔμπεδον, ἀλλ᾽ ἀλαλύκτημαι: κραδίη δέ μοι ἔξω
στηθέων ἐκθρώσκει, τρομέει δ᾽ ὕπο φαίδιμα γυῖα.

καὶ Σοφοκλῆς δὲ τὰς ἀπολελυμένας τοῦ φόβου πεποίηκε λεγούσας fr. 699 N':'
θυμῷ δ᾽ οὔ τις φαιδρὰ χορεύει
τάρβους θυγάτηρ.
Ἀναξανδρίδης δὲ τὸν ἀγωνιῶντα παράγει λέγοντα II 160 K':'
πονηρὰ καρδία,
ἐπιχαιρέκακον ὡς εἶ μόνον τοῦ σώματος:
ὀρχῇ γὰρ εὐθύς, ἄν <μ᾽> ἴδῃς δεδοικότα.
Πλάτων δέ φησι Tim. p. 70c' 'τὸν τῶν ὅλων δημιουργὸν καὶ τὴν τοῦ πλευμόνος αὐτῇ φύσιν περιθεῖναι, πρῶτον μὲν μαλακὴν καὶ ἄναιμον, εἶτα σήραγγας ἔχουσαν οἷον σπόγγου κατατετρημένας, ἵν᾽ ἐν τῇ τῶν δεινῶν προσδοκίᾳ πολλάκις ἁλλομένη τὸν παλμὸν εἰς ὑπεῖκον καὶ μαλακὸν ποιῆται. ἀλλὰ μὴν καὶ τοὺς στεφάνους τοὺς περικειμένους τῷ στήθει ὑποθυμιάδας οἱ ποιηταὶ κεκλήκασιν ἀπὸ τῆς τῶν ἀνθῶν ἀναθυμιάσεως, οὐκ ἀπὸ τοῦ τὴν ψυχὴν θυμὸν καλεῖσθαι, ὥς τινες ἀξιοῦσιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
hide References (4 total)
  • Cross-references from this page (4):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: