Click on a word to bring up parses, dictionary entries, and frequency statistics
κότταβος δ᾽ ἐκαλεῖτο καὶ
τὸ τιθέμενον ἆθλον τοῖς νικῶσιν ἐν τῷ πότῳ,
ὡς Εὐριπίδης παρίστησιν ἐν Οἰνεῖ λέγων οὕτως ῾fr. 562 N':'
πυκνοῖς δ᾽ ἔβαλλον Βακχίου τοξεύμασιν
κάρα γέροντος: τὸν βαλόντα δὲ στέφειν
ἐγὼ 'τετάγμην, ἆθλα κότταβον διδούς.
ἐκαλεῖτο δὲ κότταβος καὶ τὸ ἄγγος εἰς ὃ ἔβαλλον τὰς
λάταγας,
ὡς Κρατῖνος ἐν Νεμέσει δείκνυσιν ῾cf. p. 667f':'
<
ὅτι δὲ καὶ χαλκοῦν ἦν,
Εὔπολις ἐν Βάπταις λέγει
῾I 278 K':' ‘
χαλκῷ περὶ κοττάβῳ.‘>
Πλάτων δὲ ἐν Διὶ
Κακουμένῳ παιδιᾶς εἶδος παροίνιον τὸν κότταβον εἶναι
ἀποδίδωσιν,
ἐν ᾗ ἐξίσταντο καὶ τῶν σκευαρίων οἱ
δυσκυβοῦντες.
λέγει δ᾽ οὕτως ῾I 612 K':'
πρὸς κότταβον παίζειν, ἕως ἂν σφῷν ἐγὼ
τὸ δεῖπνον ἔνδον σκευάσω. ΗΡ. πάνυ βούλομαι:
ἀλλανεμος ἐστ᾽. Α. ἀλλ᾽ εἰς θυίαν παιστέον.
ΗΡ. φέρε τὴν θυίαν, αἶρ᾽ ὕδωρ, ποτήρια
παράθετε. παίζωμεν δὲ περὶ φιλημάτων.
Α. ........... ἀγεννῶς οὐκ ἐῶ
παίζειν. τίθημι κοττάβεια σφῷν ἐγὼ
τασδί τε τὰς κρηπῖδας, ἃς αὕτη φορεῖ,
καὶ τὸν κότυλον τὸν σόν. ΗΡ. βαβαιάξ: οὑτοσὶ
μείζων ἀγὼν τῆς Ἰσθμιάδος ἐπέρχεται.