previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ὅτι δὲ ὕστατον καὶ ἐπὶ πᾶσιν εἰσεφέρετο Νικόστρατός φησιν ἐν Ἀπελαυνομένῳ. μάγειρος δ᾽ ἐστὶν διηγούμενος ὡς λαμπρὰν καὶ εὔτακτον παρεσκεύασεν εὐωχίαν: προδιηγησάμενός τε οἷον ἦν τὸ ἄριστον καὶ τὸ δεῖπνον καὶ τρίτης μνησθεὶς παραθέσεως ἐπιφέρει II 221 K':'
εὖ γ᾽, ἄνδρες, εὖ σφόδρ᾽: ἀλλὰ μὴν τῇ ματτύῃ
οὕτω διαθήσω τὰ μετὰ ταῦθ᾽ ὥστ᾽ οἴομαι
οὐδ᾽ αὐτὸν ἡμῖν τοῦτον ἀντερεῖν ἔτι.
καὶ ἐν Μαγείρῳ ib. 224':'
θρῖον δὲ καὶ κάνδαυλον τούτων τι τῶν
εἰς ματτύην οὐδέτερος εἶδε πώποτε.
ἄλλος δέ τίς φησιν III 482 K':'
περιφέρειν ματτύην <καὶ> ποδάριον
καὶ γαστρίον τακερόν τι καὶ μήτρας ἴσως.
Διονύσιος δ᾽ ἐν Ἀκοντιζομένῳ II 423 K':' μάγειρος δ᾽ ἐστὶν λέγων:
ὥστ᾽ ἐνίοτ᾽ ἂν τούτοισι ποιῶν ματτύην
σπεύδων ἅμ᾽ εἰσήνεγκα διαμαρτὼν μίαν
ἄκων περιφορὰν τῶν νεκρῶν ὡς τὸν νεκρόν.
Φιλήμων ἐν Πτωχῇ ib. 496':'
ἐξὸν ἀποσάττεσθαι δ᾽ ὅλην τὴν ἡμέραν,
ποιοῦντα καὶ διδόντα ματτύας ἐκεῖ.
Μόλπις δ᾽ Λάκων τὰ παρὰ τοῖς Σπαρτιάταις ἐπαίκλεια, <> σημαίνει τὰς ἐπιδειπνίδας, ματτύας φησὶ λέγεσθαι παρὰ τοῖς ἄλλοις FHG IV 454'.' δὲ κυνικὸς Μένιππος ἐν τῷ ἐπιγραφομένῳ Ἀρκεσιλάῳ γράφει οὕτως: ‘πότος ἦν ἐπικωμασάντων τινῶν καὶ ματτύην ἐκέλευσεν εἰσφέρειν Λάκαινάν τις: καὶ εὐθέως περιεφέρετο περδίκεια ὀλίγα καὶ χήνεια ὀπτὰ καὶ τρύφη πλακούντων.' τὸ δὲ τοιοῦτον δεῖπνον οἱ μὲν Ἀττικοὶ προσηγόρευον ἐπιδόρπισμα, οἱ δὲ Δωριεῖς ἐπάικλον, τῶν δ᾽ ἄλλων Ἑλλήνων οἱ πλεῖστοι ἐπιδειπνίδα.

τοσούτων καὶ περὶ τῆς ματτύης λεχθέντων ἔδοξεν ἀπιέναι: καὶ γὰρ ἑσπέρα ἦν ἤδη. διελύθημεν οὖν οὕτως.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: