previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ΟΠΤΩΝ ΔΕΛΦΑΚΩΝ δὲ μνημονεύει Ἐπικράτης ἐν Ἐμπόρῳ II 284 K':'
ἐπὶ τοῖς δ᾽ ἐγὼ
μάγειρος. οὔτε Σικελία καυχήσεται
τρέφειν τοιοῦτον ἄρταμον κατ᾽ ἰχθύων,
οὐκ Ἦλις, ἔνθα δελφάκων ἐγὼ κρέα
κάλλιστ᾽ ὄπωπα πυρὸς ἀκμαῖς ἠνθισμένα.
Ἄλεξις δ᾽ ἐν Πονήρᾳ ib. 367':'
τριωβόλου κρείσκον ἀστεῖον πάνυ
ὕειον ὀπτὸν καὶ θερμόν, εὔχυλον,
τέρεν, ὅταν προσφέρων.
Ἀθηναῖοι δ᾽, ὥς φησι Φιλόχορος FHG I 413',' ταῖς Ὥραις θύοντες οὐκ ὀπτῶσιν, ἀλλ᾽ ἕψουσι τὰ κρέα, παραιτούμενοι τὰς θεὰς ἀπείργειν τὰ περισκελῆ καύματα καὶ τοὺς αὐχμούς, μετὰ δὲ τῆς συμμέτρου θερμασίας καὶ ὑδάτων ὡραίων ἐκτελεῖν τὰ φυόμενα. τὴν μὲν γὰρ ὄπτησιν ἐλάττους παρέχεσθαι ὠφελείας, τὴν δὲ ἕψησιν οὐ μόνον τὴν ὠμότητα περιαιρεῖν, ἀλλὰ καὶ τὰ σκληρὰ μαλάττειν δύνασθαι καὶ τὰ λοιπὰ πεπαίνειν. ἔτι δ᾽ εὐμενέστερον καὶ ἀκινδυνότερον πεπαίνει τὴν τροφήν. διόπερ ἑφθὸν ἐποπτᾶν οὔ φασι δεῖν οὐδ᾽ ἐφέψειν. τὸ μὲν γὰρ ἀνάλυσιν ἔχειν δοκεῖ τοῦ βελτίονος, ὥς φησιν Ἀριστοτέλης meteor. 380b 21 ?':' τὰ δὲ ὀπτὰ τῶν ἑφθῶν ὠμότερα καὶ ξηρότερα.' τὰ δὲ ὀπτὰ κρέα καλεῖται φλογίδες. Στράττις γοῦν ἐν Καλλιππίδῃ ἐπὶ τοῦ Ἡρακλέους φησίν I 715 K':'
αὐτίκα δ᾽ ἥρπασε τεμάχη
θερμάς τε κάπρου φλογίδας ἔβρυχέ τε πάνθ᾽ ἅμα.
καὶ Ἄρχιππος ἐν Ἡρακλεῖ Γαμοῦντι ib. 680':'
ταδὶ δ᾽ ἅμα χοίρων ἀκροκώλια μικρῶν
ταύρου τ᾽ αὐξίκερω φλογίδες
αἱ δολιχαί τε κάπρου φλογίδες.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: