previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐπεὶ δὲ πολλάκις ὑμῖν εἴρηται περί τε κρεῶν καὶ ὀρνίθων [καὶ περιστεριδίων], ἔρχομαι κἀγὼ λέξων ὅσα ἐκ πολυαναγνωσίας εὑρεῖν ἠδυνήθην παρὰ τὰ προειρημένα lib. IX'.' ΠΕΡΙΣΤΕΡΙΟΝ οὕτως ἔστιν εὑρεῖν εἰρημένον παρὰ Μενάνδρῳ ἐν Παλλακῇ III 109 K':'
μικρὸν ἐπιμείνας προστρέχει,
ἠγόρακά σοι περιστέρια <ταδί>' λέγων.
ὁμοίως Νικόστρατος Ἅβρᾳ II 220 K':'
ταῦτ᾽ ἀξιῶ:
τοὐρνιθάριον, τὸ περιστέριον, τὸ γάστριον.
Ἀναξανδρίδης ἐν Ἀντέρωτι ib. 139':'
περιστέρια γὰρ εἰσάγων καὶ στρουθία.
Φρύνιχος Τραγῳδοῖς I 383 K':'
περιστέριον δ᾽ αὐτῷ τι λαβὲ τριωβόλου.
ΦΑΣΙΑΝΙΚΟΣ. Πτολεμαῖος βασιλεὺς ἐν τῷ δωδεκάτῳ τῶν Ὑπομνημάτων περὶ τῶν ἐν Ἀλεξανδρείᾳ βασιλείων λέγων FHG III 188' 'καὶ περὶ τῶν ἐν αὐτοῖς ζῴων τρεφομένων φησίν: ‘τά τε τῶν φασιανῶν, οὓς τετάρους ὀνομάζουσιν, [οὓς] οὐ μόνον ἐκ Μηδίας μετεπέμπετο, ἀλλὰ καὶ νομάδας ὄρνιθας ὑποβαλὼν ἐποίησε πλῆθος, ὥστε καὶ σιτεῖσθαι: τὸ γὰρ βρῶμα πολυτελὲς ἀποφαίνουσιν.' αὕτη <> τοῦ λαμπροτάτου βασιλέως φωνή, ὃς οὐδὲ φασιανικοῦ ὄρνιθός ποτε γεύσασθαι ὡμολόγησεν, ἀλλ᾽ ὥσπερ τι κειμήλιον ἀνακείμενον εἶχε τούσδε τοὺς ὄρνιθας. εἰ δὲ ἑωράκει ὡς ἡμῶν ἑκάστῳ εἷς ἐστι παρακείμενος χωρὶς τῶν ἤδη κατανηλωμένων, προσαναπεπληρώκει ἂν ταῖς πολυθρυλήτοις ἱστορίαις τῶν Ὑπομνημάτων τούτων ταῖς εἰκοσιτέσσαρσιν καὶ ἄλλην μίαν. [Ἀριστοτέλης δὲ fr. 580 R' ' Θεόφραστος ἐν τοῖς Ὑπομνήμασιτῶν φασιανῶν, φησίν, οὐ κατὰ λόγον ὑπεροχὴ τῶν ἀρρένων, ἀλλὰ πολλῷ μείζων.']

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: