previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ΙΣΧΑΔΕΣ. σφόδρα τῶν ἰσχάδων ἐθαυμάζοντο αἱ Ἀττικαί. Δίνων γοῦν ἐν τοῖς Περσικοῖς FHG II 91' 'φησιν: ‘παρετίθεντο δ᾽ ἐπὶ τῆς τραπέζης τῆς βασιλέως ὅσα γῆ βρώματα φέρει ἧς ἄρχει βασιλεύς, ἀφ᾽ ἑκάστου ὅσον ἀπαρχήν. ξενικῷ δὲ οὐδενὶ οὔτε βρώματι οὔτε ποτῷ ᾤετο δεῖν Ξέρξης τοὺς βασιλεῖς χρῆσθαι: ὅθεν καὶ νόμος τις ὕστερον ἐγένετο. εἰσενέγκαντος γάρ ποτε τῶν εὐνούχων τινὸς ἐν τοῖς λοιποῖς τραγήμασιν ἰσχάδας Ἀττικάς, ἐρωτῆσαι ποταπαὶ εἶεν. ἐπεὶ δὲ ἐπύθετο ἐξ Ἀθηνῶν, τοῖς ἀγορασταῖς ἀπηγόρευεν ὠνεῖσθαι, ἕως ἂν ἐξουσία γένηται αὑτῷ λαμβάνειν ὅταν ἐθέλῃ καὶ μὴ ἀγοράζειν. λέγεται δὲ τὸν εὐνοῦχον ἐπίτηδες τοῦτο ποιῆσαι, ἵνα αὐτὸν ὑπομνήσῃ τῆς ἐπὶ τὰς Ἀθήνας στρατείας.' Ἄλεξις δ᾽ ἐν Κυβερνήτῃ φησίν II 339 K':'
εἰσέβαινον ἰσχάδες,
τὸ παράσημον τῶν Ἀθηνῶν, καὶ θύμου δέσμαι τινές.
Λυγκεὺς δὲ ἐν τῇ πρὸς τὸν κωμικὸν Ποσείδιππον Ἐπιστολῇἐν τοῖς τραγικοῖς, φησίν, πάθεσιν Εὐριπίδην νομίζω Σοφοκλέους οὐδὲν διαφέρειν: ἐν δὲ ταῖς ἰσχάσι τὰς Ἀττικὰς τῶν ἄλλων πολὺ προέχειν.' κἀν τῇ πρὸς Διαγόραν δὲ Ἐπιστολῇ γράφει οὕτως: ‘ δὲ γῆ ταῖς μὲν χελιδονείοις ἰσχάσιν ἀντιπαρατιθεῖσα τὰς Βρυγινδαρίδας καλουμένας, τῷ μὲν ὀνόματι βαρβαριζούσας, ταῖς δὲ ἡδοναῖς οὐδὲν ἧττον ἐκείνων ἀττικιζούσας.' Φοινικίδης δ᾽ ἐν Μισουμένῃ φησίν III 333 K':'
μύρτων λέγουσιν καὶ μέλιτος ἐγκώμια
καὶ τῶν προπυλαίων καὶ τέταρτον ἰσχάδων.
τούτων ἐγευσάμην καταπλεύσας εὐθέως
καὶ τῶν προπυλαίων, κοὐδὲν ἦν τούτων ὅλως
πρὸς ἀτταγῆνα συμβαλεῖν τῶν βρωμάτων.
ἐν τούτοις τηρητέον καὶ τὴν τοῦ ἀτταγῆνος μνήμην. Φιλήμων δ᾽ ἐν τῷ περὶ τῶν Ἀττικῶν Ὀνομάτων Αἰγιλίδας φησὶν εἶναι τὰς καλλίστας ἰσχάδας: Αἴγιλα δ᾽ εἶναι δῆμον τῆς Ἀττικῆς ἀπὸ Αἰγίλου τινὸς ἥρωος ὠνομασμένον: χελιδονίας δὲ καλεῖσθαι τὰς ἐρυθρομελαίνας ἰσχάδας. Θεόπομπος δ᾽ Εἰρήνῃ τὰς Τιθρασίας ἐπαινῶν ἰσχάδας φησὶν οὕτως I 736 K':'
μᾶζαι, πλακοῦντες, ἰσχάδες Τιθράσιαι.
οὕτω δὲ ἦσαν περισπούδαστοι πᾶσιν ἀνθρώποις αἱ ἰσχάδες—‘ὄντως γὰρ᾽ κατὰ τὸν Ἀριστοφάνην I 541 K' '
οὐδὲν [γὰρ ὄντως] γλυκύτερον τῶν ἰσχάδων
ὡς καὶ Ἀμιτροχάτην τὸν τῶν Ἰνδῶν βασιλέα γράψαι Ἀντιόχῳ ἀξιοῦντα, φησὶν Ἡγήσανδρος FHG IV 421',' πέμψαι αὐτῷ γλυκὺν καὶ ἰσχάδας καὶ σοφιστὴν ἀγοράσαντα. καὶ τὸν Ἀντίοχον ἀντιγράψαι: ‘ἰσχάδας μὲν καὶ γλυκὺν ἀποστελοῦμέν σοι, σοφιστὴν δ᾽ ἐν Ἕλλησιν οὐ νόμιμον πωλεῖσθαι.' ὅτι δὲ καὶ πεφωσμένας ἰσχάδας ἤσθιον Φερεκράτης δείκνυσιν ἐν Κοριαννοῖ λέγων οὕτως I 163 K':'
ἀλλ᾽ ἰσχάδας μοι πρόελε τῶν πεφωσμένων.
καὶ μετ᾽ ὀλίγα δέ:
οὐκ ἰσχάδας οἴσεις τῶν μελαινῶν; μανθάνεις,
ἐν τοῖς Μαριανδυνοῖς ἐκείνοις βαρβάροις
χύτρας καλοῦσι τὰς μελαίνας ἰσχάδας.
οἶδα δὲ καὶ Πάμφιλον εἰρηκότα πρόκνιδας γένος ἰσχάδων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: