ἤδη παρέξει πυάνιόν τε πολτὸνἐστὶ δὲ τὸ πυάνιον, ὥς φησι Σωσίβιος, πανσπερμία ἐν γλυκεῖ ἡψημένη: χίδρον δὲ οἱ ἑφθοὶ πυροί. κηρίναν δὲ ὀπώραν λέγει τὸ μέλι. καὶ Ἐπίχαρμος δὲ οὕτως λέγει ἐν Γῇ καὶ Θαλάσσῃ ῾p. 225 L':'
χίδρον τε λευκὸν κηρίναν τ᾽ ὀπώραν.
πολτὸν ἕψειν ὄρθριον.καὶ τῶν καλουμένων δὲ ΜΕΛΙΚΗΡΙΔΩΝ μνημονεύει Φερεκράτης ἐν Αὐτομόλοις οὕτως ῾I 152 K':'
ὥσπερ τῶν αἰγιδίων ὄζειν ἐκ τοῦ στόματος μελικήρας.'