previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ΕΓΚΡΙΔΕΣ πεμμάτιον ἑψόμενον ἐν ἐλαίῳ καὶ μετὰ τοῦτο μελιτούμενον. μνημονεύει αὐτῶν Στησίχορος διὰ τούτων fr. 2 B':'
χόνδρον τε καὶ ἐγκρίδας
ἄλλα τε πέμματα καὶ μέλι χλωρόν.
μνημονεύει αὐτῶν καὶ Ἐπίχαρμος p. 231 L' 'καὶ ἐν τοῖς Ἐγχειρογάστορσι Νικοφῶν I 779 K'.' Ἀριστοφάνης δ᾽ ἐν Δαναίσιν καὶ πωλητήν φησιν αὐτῶν εἶναι ἐν τούτοις I 457 K':'
μήτ᾽ αρμα εἶναι ἐγκριδοπώλην.
Φερεκράτης δ᾽ ἐν Κραπατάλλοις ib. 168':'
ταῦτ᾽ ἔχων ἐν ταῖς ὁδοῖς ἁρπαζέτω τὰς ἐγκρίδας.
ΕΠΙΚΥΚΛΙΟΣ πλακοῦς τις παρὰ Συρακοσίοις οὕτως
καλούμενος. καὶ μέμνηται αὐτοῦ Ἐπίχαρμος ἐν Γᾷ καὶ Θαλάσσᾳ p. 224 L'.'

ΓΟΥΡΟΣ ὅτι πλακοῦντος εἶδος Σόλων ἐν τοῖς Ἰάμβοις φησίν fr. 38 B':'

πίνουσι καὶ τρώγουσιν οἳ μὲν ἴτρια,
οἳ δ᾽ ἄρτον αὐτῶν, οἳ δὲ συμμεμιγμένους
γούρους φακοῖσι. κεῖθι δ᾽ οὔτε πεμμάτων
ἄπεστιν οὐδ᾽ ἑνασσεν ἀνθρώποισι γῆ
φέρει μέλαινα, πάντα δ᾽ ἀφθόνως πάρα.
ΚΡΙΒΑΝΑΣ πλακοῦντάς τινας ὀνομαστικῶς Ἀπολλόδωρος παρ᾽ Ἀλκμᾶνι fr. 20'.' ὁμοίως καὶ Σωσίβιος ἐν γ# περὶ Ἀλκμᾶνος, τῷ σχήματι μαστοειδεῖς εἶναι φάσκων αὐτούς, χρῆσθαι δ᾽ αὐτοῖς Λάκωνας πρὸς τὰς τῶν γυναικῶν ἑστιάσεις, περιφέρειν τ᾽ αὐτούς, ὅταν μέλλωσιν ᾁδειν τὸ παρεσκευασμένον ἐγκώμιον τῆς Παρθένου αἱ ἐν τῷ χορῷ ἀκόλουθοι.

ΚΡΙΜΝΙΤΗΣ πλακοῦς ποιὸς διὰ κρίμνων γινόμενος, ὡς Ἰατροκλῆς ἐν τῷ περὶ Πλακούντων ἀναγράφει.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: