previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ΔΙΑΚΟΝΙΟΝ. Φερεκράτης I 194 K':'
ὑπὸ τῆς ἀπληστίας
διακόνιον ἐπήσθι᾽, ἀμφιφῶντ᾽ ἔχων.
ΑΜΦΙΦΩΝ πλακοῦς Ἀρτέμιδι ἀνακείμενος, ἔχει δ᾽ ἐν
κύκλῳ καόμενα δᾴδια. Φιλήμων ἐν Πτωχῇ Ῥοδίᾳ II 495 K':'
Ἄρτεμι, φίλη δέσποινα, τοῦτόν σοι φέρω,
πότνι᾽, ἀμφιφῶντα καὶ σπονδήσιμα.
μνημονεύει αὐτοῦ καὶ Δίφιλος ἐν Ἑκάτῃ ib. 548'.' Φιλόχορος FHG I 412' 'δ᾽ ἀμφιφῶντα αὐτὸν κληθῆναι καὶ εἰς τὰ τῆς Ἀρτέμιδος ἱερὰ φέρεσθαι ἔτι τε καὶ εἰς τὰς τριόδους, ἐπεὶ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐπικαταλαμβάνεται σελήνη ἐπὶ ταῖς δυσμαῖς ὑπὸ τῆς τοῦ ἡλίου ἀνατολῆς καὶ οὐρανὸς ἀμφιφῶς γίνεται.

ΒΑΣΥΝΙΑΣ. Σῆμος ἐν β# Δηλιάδος ib. IV 493' '‘ἐν τῇ τῆς Ἑκάτης, φησίν, νήσῳ τῇ Ἴριδι θύουσι Δήλιοι τοὺς βασυνίας καλουμένους. ἐστὶν δὲ ἑφθὸν πύρινον, σταῖς σὺν μέλιτι καὶ τὰ καλούμενα κόκκωρα ἰσχὰς καὶ κάρυα τρία.'

ΣΤΡΕΠΤΟΙ καὶ ΝΕΗΛΑΤΑ. τούτων μνημονεύει Δημοσθένης ῥήτωρ ἐν τῷ ὑπὲρ Κτησιφῶντος περὶ τοῦ στεφάνου 260'.'

ΕΠΙΧΥΤΩΝ Νικοφῶν ἐν Χειρογάστορσιν I 778 K':'
ἐγὼ μὲν ἄρτους, μᾶζαν, ἀθάρην, ἄλφιτα,
κόλλικας, ὀβελίαν, μελιτοῦτταν, ἐπιχύτους,
πτισάνην, πλακοῦντας, δενδαλίδας, ταγηνίας.
Πάμφιλος δὲ τὸν ΑΤΤΑΝΙΤΗΝ καλούμενον ἐπίχυτόν φησι καλεῖσθαι. τοῦ δὲ ἀττανίτου Ἱππῶναξ ἐν τούτοις μνημονεύει fr. 36 B4':'
οὐκ ἀτταγᾶς τε καὶ λαγὼς καταβρύκων,
οὐ τηγανίτας σησάμοισι φαρμάσσων,
οὐδ᾽ ἀττανίτας κηρίοισιν ἐμβάπτων.
ΚΗΡΙΟΝ πλακοῦς ἄρτος, ὃν Ἀργεῖοι παρὰ τῆς νύμφης πρὸς τὸν νυμφίον φέρουσιν. ‘ὀπτᾶται δ᾽ ἐν ἄνθραξιν, καὶ καλοῦνται ἐπ᾽ αὐτὸν οἱ φίλοι, παρατίθεται δὲ μετὰ μέλιτοσ᾽, ὥς φησιν Φιλητᾶς ἐν Ἀτάκτοις fr. 47 B'.'

ΓΛΥΚΙΝΑΣ διὰ γλυκέος <οἴνου> καὶ ἐλαίου πλακοῦς παρὰ Κρησίν, ὥς φησι Σέλευκος ἐν Γλώσσαις.

ΕΜΠΕΠΤΑΣ, αὐτός φησι, πύρινος ἄρτος κοῖλος καὶ σύμμετρος, ὅμοιος ταῖς λεγομέναις κρηπῖσιν, εἰς ἃς ἐντίθεται τὰ διὰ [τοῦ] τυροῦ σκευαζόμενα πλακούντια.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: