previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

πλακούντων δὲ ὀνόματα πολλῶν καταλεξάντων, ὅσων μέμνημαι τούτων σοι καὶ μεταδώσω. οἶδα δὲ καὶ Καλλίμαχον ἐν τῷ τῶν παντοδαπῶν συγγραμμάτων Πίνακι fr. 100d 7 Schn' 'ἀναγράψαντα πλακουντοποιικὰ συγγράμματα Αἰγιμίου καὶ Ἡγησίππου καὶ Μητροβίου, ἔτι δὲ Φαίτου. ἡμεῖς δὲ μετεγράψαμεν ὀνόματα πλακούντων τούτων σοι καὶ μεταδώσομεν, οὐχ ὡς τοῦ <ὑπ᾽> Ἀλκιβιάδου πεμφθέντος Σωκράτει: ὃν Ξανθίππης κατακλασάσης Σωκράτηςοὐκοῦν, ἔφη, οὐδὲ σὺ μεθέξεις τούτου.' τοῦτο δὲ ἱστόρησεν Ἀντίπατρος ἐν τῷ πρώτῳ περὶ Ὀργῆς. ‘ἐγὼ δὲ φιλοπλάκουντος ὢν οὐκ ἂν περιεῖδον᾽ τὸν θεῖον ἐκεῖνον ἐξυβριζόμενον πλακοῦντα. μνημονεύων οὖν κωμικὸς Πλάτων εἴρηκεν ἐν τῷ Ποιητῇ οὕτως I 631 K':'
μόνος δ᾽ ἄγευστος,
ἄσπλαγχνος ἐνιαυτίζομαι, ἀπλάκουντος, ἀλιβάνωτος.
ἀλλὰ μὴν οὐδὲ τῆς κώμης ἀμνήμων εἰμὶ ἣν Πλακοῦντά φησι καλεῖσθαι Δημήτριος Σκήψιος ἐν δωδεκάτῳ Τρωικοῦ Διακόσμου fr. 7 Gaede',' τῶν Ὑποπλακίων Θηβῶν φάσκων αὐτὴν ἀπέχειν σταδίους ἕξ. περισπαστέον δὲ λέγοντας πλακοῦς τὴν ὀνομαστικήν: συνῄρηται γὰρ ἐκ τοῦ πλακόεις, ὡς τυρόεις τυροῦς, σησαμόεις σησαμοῦς. εἴρηται δὲ κατ᾽ ἔλλειψιν τοῦ ἄρτος. ὅτι δὲ καλοὺς πλακοῦντας ἐν Παρίῳ τοῦ Ἑλλησπόντου φαγεῖν ἔστιν οἱ ἐπιδημήσαντες μαρτυρήσουσιν. Ἄλεξις γὰρ πεπλάνηται λέγων τοὺς ἐκ Πάρου: λέγει δὲ οὕτως ἐν τῷ ἐπιγραφομένῳ Ἀρχιλόχῳ II 305 K':'
τὴν εὐτυχῆ ναίων Πάρον, ὄλβιε πρέσβυ,
κάλλιστα φέρει χώρα δύο τῶν συναπασῶν,
κόσμον μὲν μακάρεσσι λίθον, θνητοῖς δὲ πλακοῦντας.
ὅτι δὲ καὶ οἱ Σάμιοι διαφέροντές εἰσι πλακοῦντες Σώπατρος φλυακογράφος φησὶν ἐν Βακχίδος Μνηστῆρσιν:
πλακουντοποιὸν ὠνομασμένην Σάμον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: